ΠΡΟΣΟΧΗ
Οἱ εὐχὲς αὐτὲς διαβάζονται μόνον ἀπὸ τὸν ἱερέα, δηλ. ἀπὸ ἐκεῖνον ποὺ ἔχει κανονικὴ καὶ ἀκώλυτο ἱερωσύνη. Οἱ ἐξορκισμοὶ ποτὲ δὲν διαβάζονται ἀπὸ λαϊκούς, ἀπὸ δῆθεν «χαρισματικὲς» γυναῖκες ἤ «καλοκάγαθους» παπποῦδες.


 

Τὸ παρὸν ἐγένετο ἐπὶ τῇ βάσει τοῦ ἐν τῷ Μικρῷ Εὐχολογίῳ τῆς Ἀνατολικῆς Ὀρθοδόξου τοῦ Χριστοῦ Ἐκκλησίας κειμένου, κατὰ τὴν ἔκδοσιν τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.


Τοῦ Κυρίου δεηθῶμεν.

Ἐξορκίζω σὲ τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν ἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργόν τῆς πονηρίας.

Ἐξορκίζω σε τὸν ἐκρίφθεντα ἐκ τῆς ἄνω φωτοφορίας, καὶ σκότω βυθοῦ κατενεχθέντα διὰ τὴν ἔπαρσιν. Ἐξορκίζω σε, καὶ πάσαν τὴν ἐκπεσοῦσαν δύναμιν, τῆς σῆς ἀκόλουθον προαιρέσεως. Ὀρκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαώθ, καὶ πάσης στρατιὰς Ἀγγέλων Θεοῦ, Ἀδωναῒ, Ἐλωῒ, Θεοῦ παντοκράτορος, ἔξελθε καὶ ἀπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε). 

Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ πάντα λόγω κτίσαντος, καὶ τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων ἀρρήτως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντος- τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουργήσαντος, καὶ τοῦ κατ'εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλαστουργήσαντος- τοῦ νόμω πρότερον φυσικῶς τοῦτον παιδαγωγήσαντος- καὶ Ἀγγέλων ἐπιστασία φυλάξαντος- τοῦ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνωθεν, καὶ τὰς ὑπ'οὐρανόν ἀβύσσους ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύργον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων καὶ Γομόρρων πυρί καὶ θείω τεφρώσαντος, οὐ μάρτυς καπνός, ἀκοίμητος ἐξατμίζεται· τοῦ ράβδω πέλαγος ρήξαντος, καὶ λαὸν ἁβρόχοις πόσι περάσαντος, καὶ τύραννον Φαραώ, καὶ στρατὸν θεομάχον, εἰς ἀΙώνα τοῖς κύμασι κατακλύσαντος τῆς ἀσεβείας πόλεμον· τοῦ ἐπ' ἐσχάτων ἐκ Παρθένου ἀγνῆς σαρκωθέντος ἀνεκλαλήτως, καὶ σώας τὰς σφραγίδας τῆς ἀγνείας φυλάξαντος· τοῦ πλύναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ρύπον εὐδοκήσαντος, ὃν ἠμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα.

Ἐξορκίζω σε, κατὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνη, καὶ τύπον ἠμῖν ἀφθαρσίας ἐν ὕδατι κατὰ χάριν παρεχομένου, ὃν Ἄγγελοι καὶ πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν κατεπλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριάσαντα, ὅτε ὁ ἄναρχος Πατὴρ τὴν ἄναρχον γέννησιν τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ Ἁγίου Πνεύματος ἡ κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτυρησεν.

 Ὀρκίζω σε, κατ' ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος, καὶ κλύδωνα θαλάσσης πραῢναντος· τοῦ στίφη δαιμόνων ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων, ἀπό μήτρας λειποῦσας, πηλό τυφλοῖς ἀναβλέψαι ἀναρμόσαντος, καὶ τὴν ἀρχαίαν τοῦ γένους ἠμῶν διάπλασιν ἀνακαινίσαντος, καὶ ἀλάλοις τό λαλεῖν ἀνορθώσαντος· τοῦ στίγματα λέπρας ἀποσμήξαντος καὶ νεκροὺς ἐκ τῶν τάφων ἀναστήσαντος· τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν Ἄδην ἐγέρσει σκυλεύσαντος, καὶ πάσαν τὴν ἀνθρωπότητα ἀνάλωτον τῷ θανάτῳ κατασκευάσαντος.

Ὁρκίζω σε, κατὰ Θεοῦ τοῦ Παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ φωνὴ τοὺς ἀνθρώπους ἐμπνεύσαντος, καὶ τοῖς Ἀποστόλοις συμπράξαντος, καὶ πάσαν τὴν οἰκουμένην εὐσεβείας πληρώσαντος.

 Φοβήθητι, φύγε, δραπέτευσον, ἀναχώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἐναγές, καταχθόνιον, βύθιον, ἀπατηλόν, ἄμορφον, θεατὸν δι’ ἀναίδειαν, ἀθέατον διὰ τὴν ὑπόκρισιν, ὁπού ἂν τυγχάνης ἢ ἀπέρχη, ἢ αὐτὸς εἰ ὁ Βεελζεβούλ, ἢ κατασείων, ἢ δρακοντοειδής, ἢ θηριοπρόσωπος, ἢ ὡς ἀτμίς, ἢ ὡς καπνὸς φαινόμενος, ἢ ὡς ἀρσεν, ἢ ὡς θῆλυ, ἢ ὡς ἐρπετόν, ἢ ὡς πετεινόν, ἢ νυκτολάλον, ἢ κωφόν, ἢ ἄλαλον· ἢ ἐκφοβούν ἐξ ἐπιδρομῆς, ἢ σπαρᾶσσον, ἢ ἐπιβουλεύον, ἢ ἐν ὕπνω βαρεί, ἢ ἐν νόσω, ἢ ἐν μαλακία, ἢ ἐν γέλωτι ρέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσῶδες, ἢ ἐπιθυμητικόν, ἢ ἡδονικόν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανές, ἢ ἀστρομαγικόν, ἢ ἐνοικηματικόν, ἢ ἀναιδές, ἢ φιλόνεικον, ἢ ἀκατάστατον· ἢ τῇ σελήνη συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον· ἢ ὀρθρινόν, ἢ μεσημβρινόν, ἢ μεσονυκτικόν, ἢ ἀωρίας τινος, ἢ αὐγῆς· ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμφθης ὑπὸ τινός, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θαλάσση, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ ἐκ κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν κολυμβήθρα ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν καὶ οὐκ ἴσμεν, ἢ γνωστόν, ἢ ἄγνωστον, καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἁπαλλάγηθι.

Αἰσχύνθητι τὴν εἰκόνα, τὴν χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν. Φοβήθητι τοῦ σαρκωθέντος Θεοῦ τὸ ὀμοίωμα, καὶ μὴ ἐγκρυβῆς εἰς τὸν δοῦλον τοῦ Θεοῦ (τόνδε), ἀλλά ράβδος σιδηρᾶ, καὶ κάμινος πυρός, καὶ τάρταρος, καὶ ὀδόντων βρυγμός, ἄμυνα τῆς παρακοῆς σὲ περιμένει. Φοβήθητι, φιμώθητι, φύγε· μὴ ὑποστρέψης, μὴ ὑποκρύβης, μεθ' ἐτέρας πονηρίας πνευμάτων ἀκαθάρτων, ἀλλά ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον, ἀγεώργητον, ἣν ἄνθρωπος οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τούς βασκαίνοντας, καὶ ἐπιβουλεύοντας τῇ αὑτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας εἰς μακρὰν νύκτα καὶ ἡμέραν σε πάντων τῶν κακῶν πεπειραμένον καὶ ἐφευρέτην διάβολον· ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

2 thoughts on “ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ  ΕΥΧΗ  ἤτοι ΕΞΟΡΚΙΣΜΟΣ ἐπὶ πασχόντων ὑπό Δαιμόνων καὶ ἐπὶ πάσαν ἀσθένειαν

  1. Maρια

    Οι ευχές είναι για όλους και ο Χριστός ήταν λαϊκός και ιεράρχης και βασιλείας. Νομίζω ειπε στη μαρθα να αφήσει την κουζίνα και να βγει να ακούσει το λόγο του Θεού. Οπότε ο Θεός διαλεγει Όχι εσυ. Να σε συγχωρέσει ο Θεός και όλους μας που μιλάμε εκ μέρους του σαν να είμαστε προτεσταντες.

    Reply
    1. Ἁγιορείτης

      Post author

      Ἡ εὐχὴ περιέχεται εἰς τὸ εὐχολόγιον ποὺ εἶναι κατ' ἐξοχὴν διὰ τοὺς ἱερεῖς.
      Ἐαν ἐπιτρέπεται ἡ συγκεκριμένη διὰ τοὺς λαϊκοὺς θὰ πρέπει νὰ ἐπιτρέπονται καὶ οἱ λοιπὲς (βαπτίσεις, κηδεῖες κτλ) ὅπερ ἄτοπον.

      Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *