ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ.


Genealogia-MantuitoruluiΟὐδείς ποτε ἰστορικός, περιγράψας τήν γενεαλογίαν ἀνθρώπου τινός, ἀνέβη τόσον υψηλά, όσον ἀνέβησαν οί δύο εὐαγγελισταί, ὁ Ματθαίος καί ὁ Λουκάς, ὅταν καθιστόρησαν την τοῦ Ἰησοῦ Χρίστου γενεαλογίαν ὁ Ματθαίος ἀρχεται τῆς γενεαλογίας ἀπό ἀβραάμ, καί καταβιβάζει αὐτήν εως τοῦ Ἰησου Χρίστου, ὁ δέ Λουκάς, ἀρζάμενος ἀπό τοῦ Ἰησοῦ Χριστοῦ, ἀνεβίβασεν αὐτήν εως τοῦ Θεού· δια τούτο, ὅταν ἀναγινώσκης αὐτήν, φαίνεταί σοι, ὅτι βλέπεις τήν κλίμακα τοῦ πατριάρχου Ἰακώβ. Εἰς τήν πατριαρχικήν κλίμακα οί ἀγγελοι τοῦ Θεοῦ ἀνέβαινον εως τοῦ οὐρανοῦ, καί κατέβαινον ἔως τῆς γης· εἰς τήν εὐαγγελικήν γενεαλογίαν οί προπάτορες τοῦ Χριστοῦ ἀναβαίνουσιν εως τοῦ Θεοῦ, καί καταβαίνουσιν εως αὐτοῦ τοῦ ἐπί γης ἐνανθρωπίσαντος Ἰησοῦ Χριστοῦ. Δύο εἰσίν αἱ τοῦ Ἰησοῦ Χριστοῦ γεννήσεις, ἡ μέν θεία ἐκ πατρός ἀνευ μητρός, ἡ δε ἀνθρώπινος ἐκ μητρός ἀνευ πατρός. Βλέπε δέ πώς τήν μέν θείαν ἐτύπωσεν ὁ Λουκάς, υἰον Θεοῦ ἀνακηρύξας τόν Ἰησούν Χριστόν, καί εἰπών, Υίός τοῦ, Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ»· τήν δε ἀνθρώπινον ὁ Ματθαίος, διδάξας τά περί τῆς ἐκ παρθένου γεννήσεως αὐτοῦ, καί εἰπών «Τοῦ δέ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὐτώς ήν», καί τά ἐξης. ἐν ταύτη δέ τῂ ήμέρα, ήτις ἐστίν ἡ κυριακή προ τῆς Χριστοῦ γεννήσεως, ἀνεγνώσθη ἡ τοῦ Ἰησοῦ Χριστοῦ γενεαλογία, ἴνα ἡμείς, ταύτην ἀκούσαντες, ἐτοιμασθώμεν ἐορτάσαι Θεοπρεπώς τοῦ σωτηρος ἡμῶν τά σωτηριώδη γενέθλια. Ἡ ἐρμηνεία ταύτης τῆς γενεαλογίας, λύουσα πάσαν φαινομένην ἐν αὐτη δυσκολίαν, καί ποιούσα καταληπτά τά ἐν αὐτῂ ἅγια καί μυστηριώδη νοήματα, εὐφραίνει τῶν ἀκουόντων τάς καρδίας, καί ἐγείρει εἰς αὐτάς τόν θεῖον ἐρωτα, καί τῆς ἀρετής τήν ἐπιθυμίαν. Μακάριος, όστις ταύτην ἀκούση μετά τῆς προσηκούσης προσοχής καί εὐλάβειας.
Βίβλος γενέσεως Ἰησοῦ Χρίστου, υἰου Δαβίδ, υἰοῦ ἀβραάμ.
Άκούεις τίτλον ὑπερένδοξον, καί ἐπιγραφήν θαυμασίαν; «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἰοῦ Δαβίδ, υἰοῦ ἀβραάμ 5. Όστις οὐν ἐρωτήση, πώς ονομάζεται τό βιβλίον τοῦ κατά Ματθαίον εὐαγγελίου, ἀποκρινόμεθα , ὅτι ονομάζεται «Βίβλος γενέσεως Ἰησοῦ Χρίστου, υἰοῦ Δαβίδ, υἰοῦ ἀβραάμ». Διά τί δέ εἶπε γενέσεως, καί οὐχι γεννήσεως; διότι τό όνομα γενέσεως ἐστι καθολικώτερον καί γενικώτερον τοῦ ὀνόματος γεννήσεως. Γένεσις σήμαινει οὖ μόνον την γέννησιν, ἀλλά καί τάς πράξεις, καί τό πολίτευμα, καί την ζωήν, καί τόν θάνατον. Καθώς δε ὁ προφήτης Μωῦσής, εὶπών «αὐτη ἡ βίβλος γενέσεως ἀνθρώπων», ἐφανέρωσε δια τούτου ὅτι ἡ ὑπ’ αὐτοῦ συγγραφεῖσα βίβλος τῆς πεντατευχου περιέχει καί τάς γεννήσεις, καί τάς πράξεις, καί την ζωήν, καί τόν θάνατον τῶν τότε ἀνθρώπων, οὐτώ καί ὁ εὐαγγελιστής Ματθαίος, ειπών «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ», ἐφανέρωσε διά τούτου, ὅτι τό ὑπ’ αὐτοῦ συντεθέν εὐαγγέλιον περιέχει καί τήν γέννησιν, καί τόν βίον, καί τά θαύματα, καί τήν διδασκαλίαν, καί τά πάθη, καί τόν θάνατον, καί ὅσα ἀναφέρονται εἰς τόν Ἰησοῦν Χριστόν. Καί τό μέν Ἰησούς σημαίνει σωτήρ κατά τήν ἐβραϊκήν διάλεκτον ἐπειδή δέ αὐτός ἐστίν ὁ σωτήρ τοῦ κόσμου, διά τούτο ὠνομάσθη Ἰησοῦς, τό δέ Χριστός κεχρισμένος· διότι ὁ Ἰησούς, ὡς ἀνθρωπος, ἐχρίσθη οὐχί ἐλαίω ὑλικώ, καθώς ἐχρίοντο οί ἁερεῖς καί οί βασιλείς, ἀλλά πνεύματι ἀγίω, καθώς περί αὐτοῦ προεφήτευσεν ὁ Ησαῖας, λέγων, «Πνεύμα Κυρίου ἐπ’ ἐμέ, οὐ ἔνεκεν ἐχρισέ με·» υἰόν δέ, ἦγουν ἀπόγονον τοῦ Δαβίδ καί τοῦ ἀβραάμ ώνόμασε τόν Ἰησούν Χριστόν, ἐπειδή ἀληθώς ἐξ αὐτών κατήγετο ἡ ὑπεραγία Θεοτόκος, ἐξ ης ὁ Χριστός, σάρκα λαβών, ἐγένετο ἀνθρωπος. Προέταξε δέ τόν Δαβίδ τοῦ ἀβραάμ, ἐπειδή ὁ Δαβίδ πλησιέστερος ήν εἰς τόν Ἰησούν Χριστόν, καί ἐνδοξότερος τοῦ ἀβραάμ, καί επειδή ἐκ τοῦ σπέρματος Δαβίδ προείπον οἱ προφήται, ὅτι μέλλει σαρκωθήναι, μάλιστα δέ αὐτός ὁ Δαβίδ, φανερώσας, ὅτι μεθ’ ὄρκου ἐβεβαίωσεν αὐτόν ὁ Θεός, ὅτι τόν ἐκ τοῦ καρποῦ τῆς κοιλίας αὐτοῦ ἀναβιβάσει εἰς τόν θρόνον τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοίς· ὁ ὤμοσε Κύριος τῷ Δαβίδ ἀλήθειαν, καί οὐ μή ἀθετήσει αὐτήν, ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι επί τοῦ θρόνου σου». Ἐπειδή δέ τοιαύτην ἐπιγραφήν ἔθηκεν ὁ εὐαγγελιστής εἰς τό ἅγιον αὐτοῦ εὐαγγέλιον, πάντες δέ, ὅσοι ἀκριβώς καθιστορούσι τά περί τίνος ἀνθρώπου, ἄρχονται πρώτον ἀπό τῶν προγόνων αὐτοῦ, ἐπειτα, διηγηθέντες τά περι τῆς γεννήσεως αὐτοῦ, περιγράφουσι καί τά λοιπά πάντα, διά τούτο γράφει πρώτον κατά σειράν τούς προγόνους τοῦ Ἰησοῦ Χριστοῦ, ἀρχόμενος ἀπό τοῦ ἀβραάμ καί λέγων, ἀβραάμ ἐγέννησε τόν Ἰσαάκ, Ἰσαάκ δέ ἐγέννησε τόν Ἰακώβ, Ἰακώβ δέ ἐγέννησε τόν Ἰούδαν καί τους ἀδελφούς αὐτού. Ἀρχεται τῆς γενεαλογίας τοῦ Ἰησοῦ Χριστοῦ ἀπό ἀβραάμ, ἐπειδή αὐτός ἐστιν ὁ πρώτος τοῦ τῶν Ἐβραίων γένους, ἐξ οὐ ὁ Χριστός ἐγεννήθη, καί αὐτοῦ πρώτου ἡ πίστις ἐλογίσθη εἰς δικαιοσύνην», καί εἰς αὐτόν πρώτον ἐδωκεν ὁ Θεός τάς υποσχέσεις, ἐπαγγειλάμενος, ὅτι ἐν αὐτῷ, ἦγουν διά τοῦ ἐκ τοῦ σπέρματος αὐτοῦ τεχθησομένου σωτήρος Χριστοῦ, εὐλογηθήσονται πάντα τῆς γης τά ἔθνη· «Καί εὐλογήσω, είπε προς αὐτον ὁ Θεός, τους εὐλογοῦντάς σε, καί τους καταρωμένους σε καταράσομαι· καί ἐνευλογηθήσονται ἐν σοί πάσαι αἰ φυλαι τῆς γῆς». Μόνον δε τό του Ἰούδα ὄνομα ἀνέφερε, σιωπήσας των ἀδελφών αὐτοῦ τά ονόματα, ἐπειδή ἐκ τῆς φυλής αὐτοῦ ἐσαρκώθη καί ἐγεννήθη ὁ Χριστός, καθώς ὁ πατριάρχης Ἰακώβ προφητεύσας εἶπε: «Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἰε μου, ἀνέβης· ἀναπεσών ἐκοιμήθης ως σκύμνος· τίς ἐγερεῖ αὐτόν;» καί ὁ ἀπόστολος Παύλος ἐβεβαίωσε, λέγων «Πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμών». ἀκολουθών οὐν ὁ εὐαγγελιστῆς σειρά τῶν τοῦ Ἰούδα ἀπογόνων, λέγει· Ἰούδας δέ ἐγεννησε τόν Φαρές, καί τόν Ζαρά ἐκ τῆς Θάμαρ, Φαρές δέ ἐγεννησε τόν Ἐσρώμ’, Ἐσρώμ δέ ἐγεννησε τόν ἀράμ, ἀράμ δέ ἐγεννησε τόν ἀμίναδάβ, ἀμίναδαβ δέ ἐγεννησε τόν Ναασών, Ναασών δέ ἐγεννησε τόν Σαλμών. Δια τί προβάλλει οὐ μόνον τόν Φαρές τόν πατέρα τοῦ ἐσρώμ καί πρόγονον τῶν ἐξης, ἀλλά καί τόν ἀδελφόν αὐτοῦ τόν Ζαρά; διότι αὐτοί ήσαν δίδυμοι, τό δέ συμβάν ἐν γεννήσει αὐτών τύπος ήν πράγματος θείου. Όταν ήλθεν ἡ ώρα τῆς γεννήσεως αὐτών, πρώτον μέν ἐξήγαγε την χεῖρα αὐτοῦ ὁ Ζαρά, ταύτην δέ ίδούσα ἡ παρεστώσα μαία, ἔδησεν εὐθύς διά κόκκινου νήματος, ἐκείνος δε ἐφείλκυσεν αὐτήν συν τῷ κοκκίνω νήματι εἰς τά οπίσω, καί τότε ἐξελθών ὁ Φαρές ἐγεννήθη πρώτος. Τούτο δέ ἐσήμαινεν, ὅτι, καθώς ἐφάνη ἡ χειρ τοῦ Ζαρα προ τῆς γεννήσεως τοῦ Φαρές, οὐτώ προ τοῦ νόμου ἐφάνη ἡ εὐαγγελική πίστις· διότι πάντες οί προ τοῦ νόμου ἀγιοι διά τῆς εἰς Χριστον πίστεως, καί οὐχι διά νόμου ἐδικαιώθησαν εὐαγγελικώς δέ ἐπολιτεύθησαν ὁ ἀβραάμ, καί ὁ Ἰσαάκ, καί ὁ Ἰακώβ, καί οί προ τοῦ νόμου δίκαιοι· ὅταν δέ ἐδόθη ὁ νόμος, τότε συνεστάλη ἡ εὐαγγελική πολιτεία, καθώς ἡ χειρ τοῦ Ζαρά· γεννηθέντος δέ τοῦ Φαρές, ἐξήλθεν ὁ Ζαρά διά τοῦ κόκκινου νήματος σεσημειωμένος, ήγουν ἐξέλαμψεν ἡ πίστις, ἡ τώ αἰματι τοῦ Ἰησοῦ Χριστοῦ σφραγισθείσα. ἐμνημόνευσε δέ ὁ εὐαγγελικής καί τῆς μητρός αὐτών Θάμαρ, καν εκ παρανομίας ἐγέννησεν αὐτούς, ἴνα διδάξει, ὅτι οὐδέν ἐμποδίζει πρός τήν εὐαρέστησιν τοῦ Θεοῦ ἡ τῶν προγόνων κακία. Σαλμώμ δέ ἐγεννησε τόν Βοόζ ἐκ της Ραχάβ· Βοοζ δέ ἐγεννη σε τόν Ώβήδ ἐκ τῆς Ρουθ· Ώβήδ δέ ἐγεννησε τόν Ἰεσσαί· Ἰεσσαί δέ ἐγεννησε τόν Δαβίδ τόν βασιλέα Δαβίδ δέ ὁ βασιλεύς ἐγεννησε τόνΣολομώντα ἐκ τῆςτοῦ Ούριου· Σολομῶν δέ ἐγεννησε τόν Ροβοάμ· Ροβοάμ δέ ἐγεννησε τόν ἀβία· ἀβια δέ ἐγεννησε τόν ἀσά. Τριών γυναικών, τῆς ‘Ραχάβ, τῆς Τούθ, καί τῆς τοῦ Ούριου, ήγουν τῆς Βηρ σαβεέ ἐμνημόνευσε. Καί ἡ μέν ‘Ραχάβ ἐστίν αὐτή ἡ ‘Ραάβ ἡ ἀλλογενής καί πόρνη, ἡ δεξαμενή τους ἐν τη Ἰεριχώ ἀποσταλέντας κατασκόπους, ήτις, διασωθεῖσα υπό των Ἐβραίων, συνέζησε με αὐτών ἐμνημόνευσε δέ αὐτής καί ὁ προφητάναξ Δαβίδ, λέγων: «Μνησθήσομαι ‘Ραάβ καί Βαβυλώνος τοῖς γινώσκουσί με». Ἡ δε ‘Ρούθ, ἀλλόφυλος καί αὐτη ην, Μωαβῖτις τό γένος καταλιποῦσα δέ θρησκείαν καί πατρίδα καί συγγένειαν, ἐπίστευσεν εἰς τόν ἀληθινόν Θεόν, καί συνήφθη τοις Ἰουδαίοις· όθεν ελαβεν αὐτήν εἰς γυναίκα ὁ Βοόζ. Ἡ δε Βηρσαβεέ ἐκείνη ἐστί, δι ήν ὁ Δαβίδ μοιχείαν καί φόνον ποιήσας, ἐδειξεν ἐπειτα εἰς τους ἀμαρτωλούς τῆς μετανοίας τό παράδειγμα. ἀνέφερε δέ ὁ εὐαγγελιστής τήν ‘Ραάβ καί τήν ‘Ρούθ, ἰνα δείξει, ὅτι παρά τῷ Θεώ «Ουκ ἐνι Ἰουδαίος οὐ δέ Ἐλλην, οὐκ ἐνι δούλος οὐδέ ἐλεύθερος, οὐκ ἐνι ἀρσεν καί θῖλυ», ἀλλά πάντες οί προς αὐτόν προσερχόμενοι ἐν καί τό αὐτό λογίζονται. Καθώς δέ ἡ μέν ‘Ραάβ, ὑποδεχθεῖσα τούς κατασκόπους, ἐσώθη, ἡ δέ ‘Ρούθ, καταλιποῦσα τήν πατρωαν θρησκείαν, καί πιστεύσασα εἰς τόν Θεόν, ήξιώθη γενέσθαι Χριστοῦ πρόγονος, οὐτώς ἡ των ἐθνών ἐκκλησία, ὑποδεξαμενη τούς ἀπο στόλους, καί καταλιποῦσα τήν είδωλολατρείαν, ήξιώθη τῆςσωτηρίας. Τήν δέ Βηρσαβεέ ἀνέφερε, ἴνα διδάξει τῆς μετανοίας τήν δύναμιν, καί παραστήση, ὅτι αὐτή τοσούτον ἐξαλείφει τήν ἀμαρτίαν, ώστε ὁ μετανοήσας ἀμαρτωλός οὐ λογίζεται ἀμαρτωλός, ἀλλά δίκαιος.
Ασά δέ ἐγεννησε τόν Ἰωσαφατ· Ἰωσαφατ δε ἐγεννησε τόν Ἰωράμ· Ἰωράμ δέ ἐγεννησε τόν Οζίαν· Οζίας δέ ἐγεννησε τόν Ἰωάθαμ· Ἰωάθαμ δέ ἐγεννησε τόν ἀχαζ· ἀχαζ δέ ἐγεννησε τόν Ἐζεκίαν· Ἐζεκίας δέ ἐγεννησε τόν Μανασσή· Μανασσής δέ ἐγεννησε τόν ἀμών· ἀμῶν δέ ἐγέννησε τόν Ἰωσίαν.
Ό Όζίας ἐστίν ὁ βασιλεύς, όστις τολμήσας ἐθυμίασεν εἰς τόν ναόν, καί διά τούτο ἐλεπρώθη· αὐτός δέ ην διώνυμος, διότι καί ἀζαρίας ώνομάζετο. Σημείωσαι δέ ὅτι ὁ Όζίας, είτε ἀζαρίας, οὐκ ην υἰός τοῦ Ἰωράμ, ἀλλά τρισσέγγονος· διότι ὁ Όζίας ἡ ἀζαρίας ην υἰός τοῦ ἀμασίου, ὁ δε ἀμασίας υἰός τοῦ Ἰωάς, ὁ δέ Ἰωάς υἰός τοῦ Όχοζίου, ὁ δέ Όχοζίας υἰός τοῦ Ἰωράμ. Ἐκ τούτου φανερόν ἐστίν, ὅτι ὁ εὐαγγελιστής Ματθαίος εσιώπησε τρία ὁνόματα, τό τοῦ Όχοζίου, τό τοῦ Ἰωάς, καί τό τοῦ ἀμασίου· ἐσιώπησε δέ αὐτά είτε ἐπειδή αὐτοί ήσαν ἐπίσημοι εἰς τήν ἀπιστίαν καί εἰς τήν κακίαν, ώς μαρτυρεί ἡ θεία γραφή, είτε επειδή, διά τήν ἀπιστίαν καί κακίαν αὐτών, ἐξηλειμμένα ήσαν τά τούτων ονόματα ἀπό τῶν ἐβραῖκών καταλόγων, είτε ἐπειδή ήθελησεν ὁ εὐαγγελιστής ἐπίτηδες συστησαι τάς τρεις τετραδεκάδας ἀπο ἀβραάμ ἐως Χριστού.

Ἰωσίας δέ ἐγεννησε τόν Ἰεχονίαν καί τούς ἀδελφούς αὐτοῦ, ἐπί τῆς μετοικεσίας Βαβυλώνος.

Καί ώδε πάλιν ἐγκαταλείπει ὁ ιεράς Ματθαίος τοῦ Ἰωκείμ τό ὄνομα, διότι ὁ Ἰεχονίας οὐκ ην υἰός, ἀλλ’ ἐγγονός τοῦ Ἰωσίου, ώς μαρτυρεί τό βιβλίον τῶν παραλειπομένων, λέγων. Καί υἰοί Ἰωσία, πρωτότοκος Ἰωνάν, ὁ δεύτερος Ἰωκείμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ (όσαῦτος καί Ἰωάχαζ)· καῖ υἰοι Ἰωακείμ, Ἰεχονίας υἰός αὐτοῦ, Σεδεκίας υἰός αὐτοῦ ». ἐσιώπησε δέ τοῦ Ἰωακείμ τό όνομα, επειδή αὐτός οὐδέ κατά τόννόμον, οὐδέ κατά τόεθος ἐβασίλευσε· διότι ὁ Φαραώ Νεχαώ τόνμέν ἀδελφόν αὐτοῦ τόνἸωάχαζ, τόν νόμιμον βασιλέα τῆς Ἰερουσαλήμ, μετεστησεν εἰς αἰγυπτον, όπου καί ἀπέθανεν αὐτόν δέ τόνἸωακείμ κατέστησεν βασιλέα, μεταβαλών τό ὄνομα αὐτοῦ, τό λεγόμενον πρότερον ἐλιακίμ· Καί ἐβασίλευσε, λέγει τό τέταρτον βιβλίον τῶν βασιλειών, Φαραώ Νεχαώ ἐπ’ αὐτους τόν ἐλιακίμ, υἰόν Ἰωσίου βασιλέως Ἰούδα, ἀντί Ἰωσίου τοῦ πατρός αὐτοῦ· καί ἐπέστρεψε τό ὄνομα αὐτοῦ» Ἰωακείμ, καί τόνἸωάχαζ ἐλαβε, καί είσήνεγκεν εἰς αἰγυπτον, καί ἀπέθανεν ἐκεῖ» Δύο δέ εἰσιν αἰ μετοικεσίαι τῶν Ἐβραίων εἰς τήν Βαβυλώνα, η πρώτη ἐπί Ἰωακείμ τοῦ υἰοῦ Ἰωσίου, καί ἡ δευτέρα μετ’ ολίγον καιροῦ διάστημα ἐπί Ἰεχονίου· αὐτή δε ἐστίν ἡ ἐπίσημος μετοικεσία· διότι τότε ὁ Ναβουχοδονόσορ μετεκόμισεν ἐκ τῆς Ἰερουσαλήμ εἰς τήν Βαβυλώνα σύν τῷ βασιλεί Ἰεχονία τῷ καί Ἰωαχείμ λεγομένω πολλάς χιλιάδας Ἐβραίων.
Μετά δέ τήν μετοικεσίαν Βαβυλώνος Ἰεχονίας ἐγεννησε τόν Σαλαθίήλ· Σαλαθιήλ δέ ἐγεννησε τό Ζοροβάβελ.

Ἐπειδή ὁ Ἰεχονίας, οκταέτης ἀνέβη εἰς τόν βασιλικόν θρόνον, τρίμηνον δέ μόνον ἐβασίλευσεν, ἐπειτα μετά πλήθους λαοῦ μετεκομίσθη υπό τόν Ναβουχοδονόσορ εἰς τήν Βαβυλώνα, όπου καί ἀπέθανε, φανερόν ἐστίν, ὅτι μετά τήν μετοικεσίαν ἐκεῖ εἰς τήν Βαβυλώνα ἐγέννησε τόν Σαλαθίήλ, ομοίως καί ὁ Σαλαθίήλ τόν Ζοροβάβελ· ὁ δέ Ζοροβάβελ ἐπέστρεψεν εἰς τήν Ἰερουσαλήμ, καί ωκοδόμησε τό θυσιαστήριον τοῦ Θεοῦ.
Ζοροβάβελ δέ ἐγεννησε τόν ἀβιούδ· ἀβίουδ δέ ἐγέννησε τόν Ἐλίακείμ· Ἐλίακείμ δέ ἐγεννησε τόν ἀζώρ· ἀζώρ δέ ἐγεννησε τόν Σαδώκ· Σαδώκ δέ ἐγεννησε τόν ἀχείμ, ἀχειμ δέ ἐγεννησε τόν Ἐλίούδ· Ἐλίουδ δέ ἐγεννησε τόν Ἐλεάζαρ· Ἐλεάζαρ δέ ἐγεννησε τόν Ματθάν· Ματθάν δέ ἐγεννησε τόνἸακώβ.
Ειχον οί ἐβραῖοι ἀκριβείς καταλόγους τῶν ιερέων καί βασιλέων αὐτών, ώς μαρτυρεί Ἰώσηπος ὁ Φλάβιος· βέβαιοι δέ τοῦτο καί τό βιολιον τοῦ Ἐσορα, ἐν ω φαίνεται, ὅτι μετά τήν ἐπιστροφήν τῶν Ἐβραίων ἀπό τῆς Βαβυλώνος, ἐπειδή τίνες τῶν ίερατευόντων οὐχ εὐρέθησαν γεγραμμένοι ἐν τοις τοιούτοις καταλόγους, ἐστέρησαν αὐτούς τῆς ιερατικής ὑπηρεσίας· Καί τούτων, λέγει ὁ ἐσδρας, ζητηθείσης τῆς γενικής γραφής ἐν τῷ καταλοχισμώ, καί μή εὐρεθείσης, ἐχωρίσθησαν τοῦ ίερατεύειν. ὁ ιερέυς οὐν Ματθαίος τά μεν παρά τοῦ ἀβιούδ ονόματα παρέλαβε παρά τῆς θείας γραφής, τά δέ ἀπο τοῦ ἀβιούδ καῖ ἐξής ἡ παρά των τοιούτων καταλόγων παρέλαβεν, ἡ ἐκ παραδόσεως ήσαν αὐτώ γνωστά, ή, ἐκ πνεύματος ἀγίου διδαχθείς, ἐξέθετο αὐτά εἰς ἀναπλήρωσίν τῆς ἀπό ἀβραάμ ἀχρι τοῦ Ἰησοῦ Χριστοῦ γενεαλογίας.
Ιακώβ δέ ἐγέννησε τόν Ἰωσήφ τόν ἀνδρα Μαρίας, ἐξ ης ἐγεννήθη Ἰησούς, ὁ λεγόμενος Χριστός.
Ἐκ τούτων τῶν λόγων τρεις ἀπορίαι γεννώνται· πρώτη, διά τί ὁ μεν Ματθαίος ώνόμασεν Ἰακώβ τόν πατέρα τοῦ Ἰωσήφ, ὁ δε Λουκάς Ηλί· δευτέρα, διά τί καί οί δύο οὐτοι εὐαγγελισταί, γενεαλογούντες τόν Ἰησούν Χριστόν, ἐγενεαλόγησαν τόν Ἰωσήφ , ωσπερ ἀν εί ὁ Ἰωσήφ ήν ἀληθώς κατά, σάρκα πατήρ αὐτοῦ. τρίτη , διά τί μεταξύ τῶν δύο γενεαλογιών, δηλονότι τῆς ὑπο τοῦ Ματθαίου καί τῆς ὑπό τοῦ Λουκά γραφείσης, τόση διαφορά οὐ μόνον ονομάτων, ἀλλά καί τοῦ ἀριθμοῦ αὐτών; Της μεν πρώτης ἀπορίας ἐχεις τήν λύσιν, ἐάν στοχασθης, ὅτι ὁ πατήρ τοῦ Ἰωσήφ, καθώς καί ἀλλοι πολλοί , ήν διώνυμος, ήγουν ώνομάζετο καί Ἰακώβ καί ‘Ηλί· ἡ ὅτι ειχε δύο πατέρας, τόν μέν κατά φύσιν, τόν δέ κατά νόμον, διότι ὁ Μωσαϊκός νόμος ώριζεν ἴνα ὁ ἀδελφός ἐκείνου, όστις ἀποθάνη ἀτεκνος, λαμβάνη τήν γυναίκα αὐτοῦ, τό δε γεννηθέν παιδίον λογίζηται τέκνον τοῦ ἀποθανόντος· τῆς δέ δευτέρας, ἐάν παρατήρησες πρώτον, ὅτι οὐ μόνον οί Ἐβραίοι, ἀλλά καί τά ἐθνη κατά συνήθειαν οὐδέποτε γενεαλογοῦσι τάς γυναίκας· δεύτερον, ὅτι οί Ἐβραίοι, οίτινες μεμερισμένοι ήσαν εἰς δώδεκα φυλάς, οὐκ ἐξ ἀλλης, ἀλλ’ ἐκ τῆς ἰδίας φυλής ἐλάμβανον γυναίκας· τρίτον, ὅτι ἡ μνηστεία ἐλογίζετο γάμος, καν τά μνηστευθέντα πρόσωπα οὐ συνήρχοντο εἰς γάμου κοινωνίαν όθεν καί ὁ εὐαγγελιστής ώνόμασε τόν Ἰωσήφ ἀνδρα τῆς ἀειπαρθένου Μαρίας· τέταρτον, ὅτι καί οί δύο εὐαγγελισταί, σκοπόν ἐχοντες ἴνα παραστήσωσι τόν Ἰησοῦν Χριστόν ἐκ τοῦ ἀβραάμ καταγόμενον, καί ἐκ τῆς φυλής τοῦ Ἰούδα σάρκα λαβόντα, τούτο καί ἐποίησαν διὅτι, γενεαλογήσαντες τόν Ἰωσήφ, καί τήν συνήθειαν ἐφύλαξαν καί τόν σκοπόν αὐτών ἐπλήρωσαν, καθὅτι ἡ ὑπεραγία Θεοτόκος, ἐξ ής σάρκα ἐλαβεν ὁ Χριστός, ώς μεμνηστευμένη τῷ Ἰωσήφ, οὐκ ἐξ ἀλλης ἀλλ’ ἐκ τῆς ἰδίας φυλής τοῦ Ἰωσήφ, ήγουν ἐκ τῆς φυλής τοῦ Ἰούδα κατήγετο· όθεν, γενεαλογήσαντες τόν Ἰωσήφ, ἐγενεαλόγησαν αὐτήν τήν ἀειπάρθενον Μαριάμ. Διά δέ τήν λύσιν τῆς τρίτης ἀπορίας σημείωσον τά ἐξής· πρώτον, ὅτι τότε τινές μεν ήσαν διώνυμοι, τινές είχον δύο πατέρας, ώς είπομεν, ἐξ οῦ καί εἰς αὐτούς τούς ἐν τη ἀγία γραφή· καταλόγους βλέπομεν ονομάτων διαφοράς· δεύτερον, ὅτι ὁ μέν Ματθαίος οὐκ ήκολούθησε πάντοτε τήν ἀπό πατρός εἰς υἰόν σειράν, ἀλλ’ ἐπήδησεν ἐνίοτε ἀπό τοῦ πατρός εἰς τόν ἐγγονον καί εἰς τόν τρισέγγονον, καταλιπών τά μεταξύ ονόματα, ώς ἀνωτέρω ειδομεν προς τούτοις δε ἐπέβλεψε μάλλον ἐπί τούς κατά διαδοχήν βασιλεύσαντας ἡ ἐπί τούς κατά φυσικήν σειράν γεννηθέντας υἰούς ὁ δέ Λουκάς ήκολούθησε την ἀπό πατρός εἰς υἰόν φυσικῶν τῆς γενεαλογίας σειράν τρίτον δε, ὅτι ὁ μεν Ματθαίος κατάγει τόν Ἰωσήφ ἀπο τοῦ Σολομώντος, ὁ δέ Λουκάς ἀπο ἀλλου υἰοῦ τοῦ Δαβίδ, ήγουν τοῦ Νάθαν ἐπιβεβαιοῦσι τοῦτο Ναζιανζηνός Γρηγόριος, ὁ Καισαρείας Εύσεβιος.
Πάσαι οὐν αἰ γενεά, ἀπο ἀβραάμ, ἐως Δαβίδ γενεαί δεκατεσσαρες, καί ἀπο Δαβίδ εως τῆς μετοικεσίας Βαβυλώνος γενεαι δεκατέσσαρες· καί ἀπο τῆς μετοικεσίας Βαβυλώνος εως τοῦ Χριστοῦ γενεαί δεκατεσσαρες.
Φαίνεται, ὅτι ἐπίτηδες ἠθέλησεν ὁ θεῖος εὐαγγελιστής ἴνα τρις κατασκευάση, καί τρις ἐπαναλάβη τόν δεκατέσσαρα ἀριθμόν διότι εἰς την δευτεραν τετραδεκάδα, ήγουν την ἀπό Δαβίδ ἐως τῆς μετοικεσίας Βαβυλώνος, καν ἐσιώπησε τρία ονόματα, τό τοῦ Όχοζίου, τό τοῦ Ἰωάς καί τότου ἀμασίου, καν καί τότου Ἰωακείμ ὄνομα ἐσιώπησε, καί ἐπομένως δεκατρία μόνον ονόματα ἐμειναν, καθότι τό τοῦ Ἰεχονίου ἀναφέρεται εἰς την τρίτην τετραδεκάδα, όμως πάλιν ἀμεταθέτως είπεν ἀπο Δαβίδ ἐως τῆς μέτοικεσίας Βαβυλώνος γενεαι δεκατέσσαρες. Ἐπειδή δέ οὐ δυνάμεθα πιστεύσαι, ὅτι ὁ εὐαγγελιστής ματαίως, καί χωρίς τίνος σκοποῦ καί λόγου ἐπετηδεύθη γράψαι τάς τρεῖς τετραδεκάδας, πολλά πιθανόν φαίνεται, ὅτι καί ὁ δεκατέσσαρα ἀριθμός, καί ὁ τρις δεκατέσσαρα μυστηριώδης ἐστί καί σημαντικός θείων πραγμάτων. Ὁ Θεολόγος Γρηγόριος, παρατηρήσας εἰς την ἐν τῷ κατά Λουκάν εὐαγγελίω γενεαλογίαν τοῦ Ἰησοῦ Χριστοῦ, ὅτι ὁ Χριστός ἐστίν ἐβδομηκοστός ἐβδομος ἀπό ἀδάμ, ἐταξεν εἰς τόνπερί πεντηκοστής αὐτοῦ λόγον, όπου ἐφανέρωσε πάντα τά περί τοῦ ἐπτά ἀριθμοῦ, καί τόνἐβδομηκοστών Ἐβδομον τόν ἀπό ἀδάμ Ἔως Χριστού· καί οὐδέν μεν είπε περί τῶν τοῦ Ματθαίου τριών τετραδεκάδων, ἐδωκε δέ ἀφορμήν ἴνα τά ἐξης νοήσωμεν. ὁ ἐπτά ἀριθμός σημαίνει πρός τοις ἀλλοις την κατάπαυσιν τῶν ἐργων τοῦ Κυρίου. Καί κατέπαυσε, λέγει, τη ήμερα τη ἐβδομη ἀπο πάντων τῶν ἐργων αὐτοῦ, ών ἐποίησε». Καθώς δέ ἐργον Θεοῦ ἡ πλάσις τοῦ κόσμου, οὐτώ καί ἡ ἀνάπλασις αὐτού· ἡ ἀνάπλασις δέ διά τῆς ἐνσάρκου οικονομίας ἐγένετο· διό καί ὁ σωτήρ ἡμῶν ἐλεγε. Τό ἐργον ἐτελείωσα, δέδεδωκάς μοι ἴνα ποιήσω» καί ὅταν δέ ἐκρέματο εἰς τόνσταυρόν, είπε Τετέλεσται»· Τί δέ τετέλεσται; φανερόν, ὅτι τῆς σωτηρίας τό ἐργον δύο λοιπόν είσι τοῦ Θεοῦ τά ἐργα, ἡ κοσμογένεσις καί ἡ κοσμοαναγένεσις· ἐπομένως δέ δύο καί αἰ καταπαύσεις ἀπο τούτων τῶν ἐργων. Ἐπειδή δέ τό δις ἐπτά ποιεῖ τόνδεκατέσσαρα) διά τούτο ὁ δεκατέσσαρα ἀριθμός σημαίνει ταύτας τάς δύο καταπαύσεις. Ἐπαναλαμβάνει δε ὁ εὐαγγελιστής τόν δεκατέσσαρα τρίς, ἴνα τήν τῆς παναγίας τριάδος κατάπαυσιν ἀπό τούτων τῶν δύο ἐργων δηλοποιήση. Τοσούτον δέ μυστηριωδώς την τοῦ Χρίστου γενεαλογίαν εκθεμένος, διηγείται ἐπειτα καί τά περι τῆς ἀσπόρου γεννήσεως τοῦ Σωτήρος, λέγων
Του δέ Ἰησοῦ Χρίστου ἡ γεννησίς οὐτώς ην· μνηστευθείσης γαρ τῆς μητρός αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρίν ἡ συνελθεῖν αὐτούς, εὐρέθη ἐν γαστρί ἐχουσα εκ πνεύματος ἀγίου.
Διά τρία αἰτια εὐδόκησεν ὁ Θεός, ἴνα ἡ ἀειπάρθενος Μαρία μνηστευθη τώ Ἰωσήφ· πρώτον, ἴνα φύγη τοῦ θανάτου τόν κίνδυνον διότι θάνατος ήν ἡ τιμωρία ἐκείνης τῆς παρθένου, ήτις, μη ἐχουσα ἀνδρα, εὐρίσκετο ἐγκυος· ἡ δέ μνηστεία, δίδουσα ἀφορμήν εἰς τόνκαθένα ἴνα νομίζη, ὅτι ἐκ τοῦ μνηστήρος αὐτής συνέλαβεν, ἐδίωκε τόνκίνδυνον δεύτερον, ίνα, γενεαλογηθείς ὁ Χριστός, δειχθή καταγόμενος ἐκ τοῦ γένους ἀβραάμ καί τῆς φυλής Ἰούδα· τοῦ τόδέ οὐκ ήδύνατο γενέσθαι διά την συνήθειαν, ἐάν μή ἡ παρθένος μεμνηστευμένη ήν ἀνδρι ἐκ τῆς φυλής τοῦ Ἰουδα· τρίτον, ἴνα ὁ Ἰωσήφ ὁ μνήστωρ χωρίς τίνος κακής υποψίας υπηρέτη εἰς τάς τοῦ γεννηθέντος Χριστοῦ χρείας, μάλιστα ὅταν ὁ Ηρώδης ἐδίωκεν αὐτόν ὁ Ἰωσήφ δέ πάντων τῶν ἀλλων προεκρίθη διά την ὑπηρεσίαν ταύτην, ἐπειδή πάντας τους ἀλλους ὑπερείχεν εἰς τήν ἀρετήν. Βλέπε δέ μετά πόσης ἀκριβείας ὁ εὐαγγελιστής ἐφανέρωσε τόνἀσπορον τόκον τῆς ὑπεραγίας μητρός·
«Μνηστευθείσης, είπε, τῆς μητρός αὐτοῦ Μαρίας τῷ Ἰωσήφ»·
ή δέ μνηστεία οὐκ ἐστι γάμος, καν ως γάμος λογίζηται· ἐπειτα, ἴνα μή τις νομίση, ὅτι καν μή γάμος ἡ μνηστεία, συνήφθη όμως ὁ Ἰωσήφ τη παρθένω, προσέθηκε τό:

«πρίν ἡ συνελθεῖν αὐτούς, εὐρέθη ἐν γαστρι ἐχουσα»·

αλλά μηδέ, επι τούτω ἀρκεσθείς διά τήν υποψίαν τῆς κλεψιγαμίας, ην καί αὐτός ὁ Ἰωσήφ ὑπώπτευσεν, εξήλιψε πάσαν υποψίαν, ειπών, ὅτι συνέλαβεν ἐκ πνεύματος ἀγιου·
«Ευρέθη ἐν γαστρι ἐχουσα ἐκ πνεύματος ἀγίου,

ήγουν συνέλαβε τη δυνάμει καί ἐνεργεία τοῦ παναγίου καί παντοδυνάμου πνεύματος.

Ἰωσήφ δέ ὁ ἀνήρ αὐτής, δίκαιος ών, καί μή θελων αὐτήν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολύσαι αὐτήν.

Τό δίκαιος σημαίνει μέν τόν ἀνθρωπον τόν μηδένα ἀδικοῦντα, σημαίνει δέ ἐπίσης καί τόν πάσης ἀρετής πεπληρωμένον διό καθώς ἐρρέθη ὁ Νώε καί ὁ Ἰώβ δίκαιος, οὐτώ καί ὁ Ἰωσήφ. Βλέπε δέ τάς ἀρετάς αὐτοῦ, τήν πραότητα, τήν ἀνεξικακίαν, τήν ἀγάπην τοῦ πλησίον, τόν ζήλον ὑπέρ τοῦ νόμου τοῦ Θεοῦ, τήν φρόνησιν. Υποπτεύεται μοιχείαν, καί όμως μετά πραότητος καί ἀνεξικακίας ὑπομένει τό ὑποπτευόμενον ὄνειδος· ἐάν παρέδιδε τήν ἀγίαν παρθένον εἰς τά κριτήρια, ἐγένετο ἀτιμίας καί τιμωρίας παράδειγμα· ἐπειδή ἡ ποινή αὐτής ήν θάνατος· ἡ προς τόν πλησίον ἀγάπη ἐμποδίζει αὐτόν τοῦ τοιούτου ἐργου. ὁ ζήλος τοῦ νόμου τοῦ Θεοῦ ἀναγκάζει αὐτον ἴνα ἀπολύση αὐτήν ώς μοιχαλίδα· ἐάν δέ ἀπέλυεν αὐτήν φανερά, τοῦτο ἀρκετόν ήν προς κατάκρισιν αὐτής· ἡ ἐν αὐτώ φρόνησις ἐδίδαξεν αὐτον τρόπον εὐσεβή καί επαινετόν οὐκ ήθέλησεν οὐδέ παραδειγματίσαι αὐτήν οὐδέ δημοσιεῦσαι τό νομιζόμενον αὐτής ἀμάρτημα, ἀλλ’ οὐδέ συζήσαι μετ’ αὐτής· ἐβουλήθη οὐν ἀπολύσαι αὐτήν κρυφίως· Ἐβουλήθη λάθρα ἀπολύσαι αὐτήν. Καί ταῦτα μεν βουλεύεται ὁ δίκαιος Ἰωσήφ· ἀκουε δέ τί οικονομεί τοῦ Θεοῦ ἡ πρόνοια, ήτις ἐδιώρισεν αὐτον φύλακα τῆς παρθένου, καί ὑπηρέτην τοῦ ἐξ αὐτής γεννηθέντος Χριστοῦ.
Ταῦτα δέ αὐτοῦ ἐνθυμηθέντος, ίδοῦ ἀγγελος Κυρίου κατ ὄναρ ἐφάνη αὐτω, λέγων, Ἰωσήφ υἰός Δαβίδ, μή φοβηθης. παραλαβείν Μαριάμ τήν γυναίκα σου. τό γαρ ἐν αὐτη γεννηθέν ἐκ πνεύματος ἐστίν ἀγίου.
Διά τί ὁ ἀγγελος ώνόμασε τόνἸωσήφ υἰόν Δαβίδ, ἴνα μάθωμεν, ὅτι καί ἡ μνηστευθεῖσα αὐτώ παρθένος ἐκ τῆς φυλής ήν τοῦ Δαβίδ, καί ἐπομένως πληροφορηθώμεν, ὅτι εκ σπέρματος Δαβίδ σάρκα ἐλαβεν ὁ μονογενής υἰός τοῦ Θεοῦ κατά τάς προρήσεις των ἀγίων προφητών. Διά τί δέ είπε προς τόν Ἰωσήφ μή φοβηθης; διότι, τήν παράβασιν τοῦ νόμου φοβούμενος, ἐμελέτα ἀπολύσαι τήν ἀγίαν παρθένον όθεν θαρσοποιεῖ αὐτόν, λέγων, Μή φοβηθης νόμου παράβασιν, ἐάν παραλάβης τήν γυναικά σου· ἐπίτηδες δέ όνομάζει αὐτήν γυναίκα αὐτοῦ, ἴνα πληροφόρηση αὐτόν, ὅτι καθαρά ἐστι καί ἀμίαντος· Μή φοβηθης παράβασιν νόμου· διότι αὐτή συνέλαβεν οὐκ ἐξ ἀνδρός, ἀλλ’ ἐκ δυνάμεως τοῦ ἀγίου πνεύματος.

Τέξεταί δέ υἰόν, καί καλέσεις τό όνομα αὐτοῦ ἸΗΣΟΥΝ” αὐτος γαρ σώσεί τόν λαον αὐτοῦ ἀπο των ἀμαρτιών αὐτών·

Ἰδοῦ ἡ ἀληθής σημασία τοῦ ονόματος Ἰησοῦ” αὐτήν δε ἐφανέρωσεν οὐκ ἀνθρωπος, ἀλλ’ ὁ ἀγγελος τοῦ Κυρίου. Ἡ Μαρία, λέγει ὁ ἀγγελος προς τόν Ἰωσήφ, γεννήσει υἰόν, σύ δε ονομάσεις αὐτόν Ἰησοῦν ἐπειδή αὐτός ἐστιν ὁ σωτήρ τοῦ λαοῦ αὐτοῦ, ήγουν ὁ σωτήρ παντός τοῦ γένους τῶν ἀνθρώπων, καθότι σώσει πάντας τους εἰς αὐτόν πιστεύσοντας ἀπο τῶν ἀμαρτιών αὐτών.
(Τοῦτο δέ όλον γεγονεν, ἴνα πληρωθή τό ρηθέν ὑπο τοῦ Κυρίου διά τοῦ προφήτου λέγοντος, Ἰδοῦ ἡ παρθένος ἐν γαστρι ἐξεί, καί τέξεταί υἰόν, καί καλέσουσί τόόνομα αὐτοῦ ἘΜΜΑΝΟΥΗΛ, ον ἐστί μεθερμηνευόμενον, μεθ ἡμῶν ὁ Θεός.)
Κάν τίνες λέγωσιν, ὅτι τά λόγια ταύτα οὐκ είσί τοῦ ἀγγέλου, ἀλλά τοῦ εὐαγγελιστοῦ τοῦτο όμως οὐκ εστι πιθανόν διά τήν σειράν τοῦ λόγου· διότι, ἐάν ταῦτα είπεν ὁ εὐαγγελιστής, ἐπειδή ὁ αὐτός λέγει· «Τοῦτο δέ όλον γέγονεν, ἀνάγκη ἐστίν, ἴνα νοήσωμεν, ὅτι καί ἡ φανεῖσα, εἰς τόν Ἰωσήφ οπτασία τοῦ ἀγγέλου προεφητεύθη υπό τοῦ προφήτου· τοιαύτην δέ προφητείαν οὐδέ εἰς τα προκείμενα προφητικά λόγια βλέπομεν, οὐδέ ἀλλαχοῦ εὐρίσκομεν. τοῦ ἀγγέλου οὐν είσι καί ταύτα τα λόγια, καθώς καί τα προλαβόντα. ὁ ἀγγελος, ἀκολουθών τη σειρά τοῦ λόγου αὐτοῦ, λέγει· γίνωσκε, ώ Ἰωσήφ, ὅτι τούτο όλον, ήγουν ὁ τόκος ἀνευ σποράς, καί ἡ ἐκ πνεύματος ἀγίου σύλληψις, καί τόόνομα τοῦ υἰοῦ τῆς Μαριάμ, ἐγένοντο ἴνα πληρωθεί ὁ λόγος τοῦ Θεοῦ, όν ἐλάλησε δια στόματος τοῦ προφήτου. Καί ὁ μεν προφήτης ἐστίν ὁ Ησαῖας, ὁ δέ λόγος τοῦ Θεοῦ, όν αὐτός ἐλάλησεν, ἐστίν οὐτος· «Διά τούτο δώσει Κύριος αὐτός ἡμῖν σημεῖον ἰδοῦ ἡ παρθένος ἐν γαστρί λήψεται, καί τέξεται υἰόν καί καλέσεις» τό όνομα αὐτοῦ Ἐμμανουήλ». Καί ὁ μεν Ησαῖας τοιουτοτρόπως ἐξεφώνησε τοῦ Θεοῦ τόν λόγον, ὁ δε ἀγγελος διηρμήνευσε τό ὄνομα Ἐμμανουήλ, ειπών, ὅτι σημαίνει τό « Μεθ’ ἡμῶν ὁ Θεός». ἐάν οὐν ὁ ἐβραῖος δολιευόμενος, λέγει, ὅτι ὁ Ησαῖας οὐκ είπεν ή· παρθένος, ἀλλ’ ἡ νεάνης, καί ὅτι ὁ Χριστός οὐκ ώνομάσθη Ἐμμανουήλ, ἀλλ’ Ἰησοῦς, ἀποκρίθητι προς αὐτόν, ὅτι οί ἐβδομήκοντα μεταφρασταί, οί μεταφράσαντες την ἐβραϊκήν λέξιν τοῦ Ήσαῖου εἰς τό παρθένος, ησαν πολλώ σοφώτεροι αὐτοῦ τοῦ δολερώς ταύτα λέγοντος· καί ὅτι ὁ Ησαῖας, ἴνα φανέρωση, ὅτι παρθένος γεννήσει τόν Χριστόν, εἴπε: Διά τοῦτο δώσει Κύριος αὐτός ὑμῖν σημεῖον», ήγουν τέρας, θαῦμα· θαῦμα δέ ἐστι καί τεράστιον, οὐχ ὅταν γεννήσει γυνή διότι τοῦτό εστι κατά φύσιν, ἀλλ’ ὅταν γεννήση παρθένος, διότι τοῦτό ἐστίν οπερ φύσιν, οὐδέποτε δέ ἀλλοτε συνέβη ειμή εἰς την Χριστοῦ γέννησιν. Περί δέ τοῦ όνόματος Ἰησοῦ , ἀποκρίθητι προς αὐτόν, ὅτι τό Ἐμμανουήλ ὅνομα σημαίνει τό αὐτό, όπερ καί τό Ἰησούς· διότι ὅταν ὁ Θεός ὑπάρχει μεθ’ ἡμών, τότε αὐτός μέν ἐστι σωτήρ ἡμών, ἡμεῖς δέ ἐσμεν σεσωσμένοι. Σύ δέ παρατήρησον την σοφίαν τῶν λόγων τοῦ ἀγγέλου· αὐτός βαθμηδόν ώδήγησε τόν Ἰωσήφ, καί ήτοίμασεν αὐτόν προς την ὑποδοχήν τῆς πίστεως τοῦ ἀπορρήτου μυστηρίου· οὐκ είπεν αὐτώ ἐξ ἀρχης, ὅτι ἡ Μαριάμ παρθένος ἐστί, καί παρθένος ἐσται, καί παρθένος γεννήσει, ἴνα μή, ταῦτα ἀκούσας, ταραχθη, ἀλλά πρώτον μέν εἴπεν αὐτώ, ὅτι τη δυνάμει τοῦ ἀγιου πνεύματος συνέλαβεν, ἐπειτα ἐφανέρωσεν εἰς αὐτόν, ὅτι τό γεννησόμενον εξ αὐτης ἐστιν ὁ σωτήρ τοῦ κόσμου· μετά δέ τοῦτο ἐδίδαξεν αὐτόν τά περί τῆς παρθενίας καί τοῦ παρθενίου τόκου, βεβαιώσας τά ὑπ’ αὐτοῦ λεγόμενα διά τοῦ λόγου τοῦ Θεοῦ, όν προεήρυξεν ὁ προφήτης Ησαῖας. Τί δέ ἐπραξεν ὁ Ἰωσήφ, ἀκούσας ταύτα τοῦ ἀγγέλου τά λόγια
Διεγερθεις δέ ὁ Ἰωσήφ ἀπο τοῦ ὑπνου, ἐποίησεν ώς προσέταξεν αὐτω ὁ ἀγγελος Κυρίου, καί παρέλαβε την γυναίκα αὐτοῦ. Καί οὐκ ἐγίνωσκεν αὐτήν, ἐως οὐ ἐτεκε τόνυἰον αὐτής τόνπρωτότοκον, καί ἐκάλεσε τόόνομα αὐτοῦ ἸΗΣΟΥΝ”.
Πώς οὐκ ἐδίστασεν ὁ Ἰωσήφ τοιαύτα παράδοξα πράγματα ἀκουσας κοιμώμενος, καί κατ’ όναρ ίδών τόν ἀγγελον; τοῦ Θεοῦ ἡ χάρις τοσαύτην πληροφορίαν ἐσταξεν εἰς την καρδίαν αὐτοῦ, ώστε, διεγερθείς ἀπό τοῦ ὑπνου, οὐδέ ἐδίστασεν οὐδέ ἀμφιβολίαν ἐλαβεν, ὅτι ἀγγελος Θεοῦ ἐλάλησε προς αὐτόν, ἀλλά, πιστεύσας καί πληροφορηθείς, ἐποίησεν όσα προστακτικής παρήγγειλεν αὐτώ, ήγουν παρέλαβε την ἀγίαν παρθένον, μετά πάσης ἐπιμελείας τε καί εὐλάβειας περιποιούμενος καί υπηρετών αὐτήν ὅτε δέ ἐτεκε τόν σωτήρα τοῦ κόσμου, τότε κατά την παραγγελίαν τοῦ ἀγγέλου ώνόμασεν αὐτον Ἰησοῦν. Σημείωσαι δέ, ὅτι, καθώς τόοὐκ ἀνέστρεψεν ὁ κόραξ εἰς την κιβωτον εως τοῦ ξηρανθήναι τό ὑδωρ ἀπό τῆς γής καί τόἸδοῦ ἐγω μεθ’ υμῶν εῖμι πάσας τάς ημέρας ἐως τῆς συντελείας τοῦ αἰώνος, καί τό «Κάθου ἐκ εξιών μου ἔως ἀν θώ τούς εχθρούς σου ὑποπόδιον τῶν ποδών σου», σημαίνουσι τό διά παντός, καθότι οὐδέποτε οὐδέ ὁ κόραξ ἐπέστρεψεν εἰς την κιβωτόν, οὐδέ ὁ Ἰησοῦς ἐχωρίσθη ἀπό τῶν ἀποστόλων, οὐδέ ἐξέπεσεν ἀπό τῆς ἐκ δεξιών καθέδρας τοῦ Θεοῦ καί πατρός αὐτοῦ, οὐτώ καί τό «Ούκ» ἐγίνωσκεν αὐτήν, ἐως οὐ ἐτεκε τόνυἰόν» αὐτής τόνπρωτότοκον σημαίνει, ὅτι οὐδέποτε ὁ Ἰωσήφ συνεμίγη τη ἀγία παρθένω, ἀλλ’ αὐτη παρθένος ήν καί προ τόκου, καί ἐν τόκω, καί μετά τόκον, καί διά παντός. ἀκούων δέ τό πρωτότοκος, μή νομίσης, ὅτι καί ἀλλα τέκνα ἐγέννησεν ἡ ὑπεραγία Θεοτόκος, διότι τό πρωτότοκος ώδε οὐδέν ἀλλο σημαίνει ειμή τόπρώτος καί μονογενής, καθώς καί τό Πρωτότοκος πάσης κτίσεως ».