αρχείο λήψης (1)Διηγεῖται ὁ Ἅγιος Ἀμφιλόχιος Ἰκονίου περὶ μετανοίας ἐξ οὗ πληροφορούμεθα τὴν μεγίστην πρὸς ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅτι οὐδεὶς τινὰ ἐαυτὸν ἀπογινώσκειν, εἰ καὶ τυχὸν ὡς δαίμων ἁμαρτωλὸς εἴη.

Τίς τῶν Γερόντων καὶ ἁγίων μέγας καὶ διορατικός, ὑπερβάς, τοὺς τῶν δαιμόνων πειρασμούς, τούτων οὐκέτι ἐφρόντιζεν· ἀλλ’ ἦν θεωρῶν ὀφθαλμοφανῶς καὶ τοὺς Ἀγγέλους, καὶ τοὺς δαίμονας, τὸ πῶς ἀσκολοῦνται περὶ τῆς ἀνθρωπίνης ζωῆς. Ἔκαστος ἐν τῷ ἰδίῳ μέρει ἀγωνιζόμενος τοιοῦτος δὲ μέγας ὑπῆρχεν καὶ ὑψηλός, ὥστε μετριάζειν αὐτὸν τὸ ἀκάθαρτα Πνεύματα· πολλάκις δὲ ὠνείδιζεν αὐτοὺς καὶ ὕβριζεν, καὶ ἔθλιβε ὑπομιμνήσκων αὐτῶν τὴν ἐκ τῶν Οὐρανῶν ἔκπτωσιν, καὶ τὴν ἐκδεκομένην τούτοις τοῦ πυρὸς αἰώνιον κόλασιν· λοιπὸν οἱ δαίμονες διεφήμιζον αὐτὸν πρὸς ἀλλήλους τὸν μέγαν ἐκεῖνον γέροντα, ὅτι οὐδεὶς τολμήση ἀπὸ τοῦ νῦν παλέσαι ἢ πλησιάσαι αὐτῷ· μήποτε πληγήσεται ὑπ᾽ αὐτοῦ, καθ’ ὅτι εἰς φορὰν ἤρθη ἀπαθείας, θεωθεὶς τῷ Παναγίῳ Πνεύματι· καὶ ὡς ταῦτα οὕτως εἶχε, εἷς τῶν δαιμόνων ἀδελφὲ Ζερέφερ φησὶ τῷ ἑτέρῳ (τοῦτο γὰρ ἦν ὄνομα τῷ δαίμονι) ἄρα εἰ μεταμεληθῆ τὶς ἐξ ἡμῶν δέχεται τοῦτον ὁ Θεὸς εἰς μετάνοιαν; ναί ἢ οὔ; καὶ τίς τοῦτο ἐπίσταται; Καὶ ὁ Ζερέφερ ἀπεκρίθη θέλεις ὑπάγω εἰς τὸν μέγαν γέροντα τὸν ἡμᾶς μή φοβούμενον, καὶ πειράσω περὶ τούτου καὶ δοκιμάσω; καὶ λέγει του ἐκεῖνος πορεύου, ἀλλ᾽ ὅρα καλῶς, ὁ γέρων διορατικός ἐστι καὶ γνώσεται τὸν δόλον· καὶ οὐ μὴ πεισθῇ ἐρωτῆσαι τὸν Θεόν, ὅμως πορεύθητι καὶ ἐπιτυγχάνεις ἢ δοκιμάζεις καὶ ἀναχωρεῖς.

Τότε δὲ πορευθεὶς ὁ Ζερέφερ πρὸς τὸν μέγαν ἐκεῖνον γέροντα καὶ σχηματίσας ἑαυτὸν ὡς ἄνθρωπον ἤρξατο θρηνεῖν ἐνώπιον αὐτοῦ καὶ ὀδύρεσθαι· ὁ δὲ Θεὸς θέλων δεῖξαι ὅτι οὐδένα μετανοημένον ἀποστρέφεται, ἀλλὰ πάντας δέχεται τοὺς Αὐτῷ προστρέχοντας· οὐκ ἐξέφαινε τῷ γέροντι τὰ κατὰ τοῦ δράκοντος· ἀλλ᾽ ὡς ἄνθρωπον αὐτὸν ἑώρα καὶ οὐκ ἄλλο τι λέγει πρὸς αὐτὸν ὁ γέρων “τί κλαίεις ἄνθρωπε καὶ ὀλοφύρεσαι οὕτως ἀπὸ καρδίας, συνθρύπτων καὶ τὴν ἐμὴν καρδίαν τοῖς σοῖς δάκρυσιν· καὶ ὁ διάβολος, ἐγώ, Πάτερ Ἅγιε, οὐκ εἰμὶ ἄνθρωπος, ἀλλὰ διάβολος πονηρὸς ὡς ὑπολαμβάνω διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου· λέγει δὲ ὁ γέρων· καὶ τί θέλεις ποιῆσαί σοι ἀδελφέ; ἐνόμιζε γὰρ ὁ Πατὴρ ὅτι ἀπὸ πολλῆς ταπεινώσεως ἑαυτὸν δαίμονα ἀπεκάλει, τοῦ Θεοῦ μὴ φανεροῦντος αὐτῷ, τέως τὸ γινόμενον “λέγει ὁ δαίμων· οὐδὲν πλέον παρακαλῶ, ἄνθρωπε τοῦ Θεοῦ, εἰ μὴ ἵνα δεηθῇς Κύριον τὸν Θεόν σου ἐκτενῶς, ὅπως φανερώσῃ σοι, εἰ δέχεται τὸν διάδολον εἰς μετάνοιαν; εἰ γὰρ ἐκεῖνον εἰς μετάνοιαν δεχθῆ, δέχεται κἀμὲ τὸν μηδὲν ἐκεῖνον, ἀποδέοντα· καὶ ὁ γέρων, ὡς θέλεις ποιῶ· ὕπαγε τέως σήμερον εἰς τὸν οἶκόν σου, καὶ αὔριον παραγίνου ὧδε, καὶ λέγω σοι τὸ τοῦ Θεοῦ θέλημα“ καὶ ὡς τοῦτο ἐγένετο, τῇ ἑσπέρᾳ ἐκείνῃ, ἐκτείνας ὁ ὅσιος τὰς χεῖρας αὐτοῦ, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν δηλοποιῆσαι αὐτῷ, εἰ ἄρα δέχεται τὸν διάβολον ἐπιστρέφοντα εἰς μετάνοιαν; καὶ εὐθέως Ἄγγελος Κυρίου ἐπέστη αὐτῷ, ὡσεὶ ἀστραπὴ λέγων πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεός σου· τί ὅτι ὑπὲρ δαίμονος ἐδεήθης τῆς ἐμῆς ἐξουσίας; καὶ τί αὐτὸς πειράζων σε δόλῳ παραγέγονεν; καὶ ὁ γέρων· καὶ πῶς ὁ Κύριος φησὶν ἐμοὶ οὐκ ἀπεκάλυψε τὸ τελούμενον; ἀλλ’ ἀπέκλεισεν ἀπ’ ἐμοῦ τοῦ μὴ συνιέναι; καὶ ὁ Ἄγγελος μὴ ταραχθῇς ἐπὶ τῷ πράγματι τούτῳ· οἰκονομία γάρ τις θαυμαστὴ γίνεται εἰς ὠφέλειαν τῶν ἁμαρτωλῶν, ἵνα μή ἀπογινώσκωνται. Διότι οὐδένα ἀποστρέφεται τῶν προσερχομένων αὐτῷ Θεὸς ὁ ὑπεράγαθος· κἂν ὁ Σατανᾶς προσέλθῃ αὐτὸς ὁ διάδολος, ὅμως ἵνα μὴ φανῇ καὶ ἡ τῶν δαιμόνων σκληρότης καὶ ἀπόγνωσις τῷ τρόπῳ τούτῳ· ὅταν οὖν ἔλθῃ πρὸς σὲ ὁ πειράζων μὴ σκανδαλίσῃς αὐτὸν ἐν πρώτοις ἀλλ’ ἐρεῖς αὐτῷ τάδε· ἵνα γνωρίζῃς ὅτι φιλάνθρωπός ἐστιν ὁ Θεός, καὶ οὐδένα ἀποστρέφεται τῶν προστρεχόντων Αὐτῷ εἰ καὶ δαίμων ἐστὶ καὶ διάβολος· καὶ σέ οὖν ἐπηγγείλατο δέξασθαι, ἀλλ’ ἂν φυλάξῃς τὰ παρ’ Αὐτοῦ προσταζόμενα· ὅταν ἔλθῃ εἰς τοῦτο ἐρεῖ· καὶ τί ἄρα ταῦτα εἰσίν; εἰπέ πρὸς αὐτὸν οὕτω ‘‘Κύριος ὁ Θεὸς οἶδά σε τις εἶ, καὶ πόθεν ἥκεις πειράζων· σὺ γὰρ ἀρχαῖον κακόν, νέον ἀγαθὸν οὐ γίνεσθαι εἴθισαι ἐν τῇ ὑπερηφανίᾳ σου, καὶ πῶς δυνήση ταπεινωθῆναι καὶ τῇ μετανοία εὑρεῖν ἔλεος; ἵνα δὲ μὴ ἔχῃς πρόφασιν τούτῳ ἀπολογίας ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὅτι ἠθέλησα μετανοῆσαι, καὶ ὁ Θεὸς οὐκ ἐδέξατό με. Πρόσεχε τοῖς λεγομένοις, πῶς ὀφείλεις τῆς σωτηρίας ἀπάρξασθαι· εἶπεν ὁ Κύριος τελέσεις τρία ἔτη, ἐν ἑνὶ τόπῳ ἀκίνητος πρὸς ἀνατολὰς ἱστάμενος νυκτὸς καὶ ἡμέρας, καὶ κράζων ἑκατοστῷ μέτρῳ ἰσχυρᾷ τῇ φωνῇ «ὁ Θεὸς ἐλέησόν με τὸ ἀρχαῖον κακὸν» καὶ πάλιν, ἑκατοστῷ μέτρῳ ἰσχυρᾷ τῇ φωνῇ· «ὁ Θεὸς ἐλέησόν με τὸ Βδέλυγμα τῆς ἐρημώσεως’’ καὶ πάλιν τῷ αὐτῷ μέτρῳ «ὁ Θεὸς ἐλέησόν με τὴν ἐσκοτισμένην ἀπάτην’’ ταῦτα κράξε πρὸς Κύριον ἀδιαλείπτως οὐ γὰρ ἔχεις σωματικὸν ὄργανον, ἵνα κοπιᾷς, ἴσως ἀτονεῖς· ταῦτα δὲ ὅταν τελέσῃς ταπεινοφρονῶν, τότε ἐπανήξει εἰς τὴν ἀρχαίαν τάξιν, καὶ συναριθμηθήσει τοῖς Ἀγγέλοις τοῦ Θεοῦ· ἐὰν οὖν συντίθεταί σοι ταῦτα ποιεῖν, δέξαι αὐτὸν εἰς μετάνοιαν· ἀλλ’ οἶδα, ἀρχαῖον κακόν, νέον ἀγαθὸν οὐ γίνεται· γράψον δὲ καὶ τὰ συμβησόμενα, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, ἵνα μὴ ἀπογινώσκουσιν οἱ μετάνοιαν βουλόμενοι· σφόδρα γὰρ ἐκ τοῦ κεφαλαίου τούτου πληροφορηθήσονται οἱ ἄνθρωποι ράδιον μὴ ἀπογινώσκωνται τὴν ἑαυτῶν σωτηρίαν· ταῦτα εἰρηκὼς ὁ Ἄγγελος, ἀνέθη εἰς τοὺς οὐρανούς.
Τῇ ἐώθει ἅμα τὸ πρωΐ παρεγένετο ὁ δαίμων καὶ ἤρξατο ἀπὸ μακρόθεν θρηνεῖν σχήματι, καὶ χαιρετίζειν τὸν γέροντα· ὁ δὲ γέρων παρὰ τὴν ἀρχήν, οὐκ ἐθριάμβευσεν αὐτοῦ τὴν ἐπίνοιαν, μόνον δὲ καθ’ ἑαυτὸν ἔλεγεν· κακῶς ἦλθες κλέπτα, διάβολε, σκορπίε, ἀρχαῖον κακόν, ἰοβόλε ὄφι παμπόνηρε· εἶτα ἔλεγεν πρὸς αὐτόν, ἵνα γινώσκῃς ὅτι ἐδεήθην Κυρίου τοῦ Θεοῦ καθὰ συνετάγην σοι, καὶ δέχεταί σε εἰς μετάνοιαν· εἰ ἄρα ποιήσης, ἅπερ δι’ ἐμοῦ σοὶ ἐντέλλεται ὁ κραταιὸς καὶ παντοδύναμος Θεός· καὶ τίνα φησίν, ἔφησεν, ἅτινα ὥρισεν ὁ Θεὸς ἐπιτελέσαι με·, καὶ ὁ γέρων εἶπε· προστάζει ὁ Θεός, ἵνα ποιήσῃς στάσιν ἐν ἑνὶ τόπῳ τρία ἔτη κατὰ ἀνατολὰς στρεφόμενος, καὶ κράζων ἐν νυκτὶ καὶ ἡμέρα τρία ἔτη, ἑκατοστῷ μέτρῳ «ὁ Θεὸς ἐλέησόν με τὸ βδἐλυγμα τῆς ἐρημώσεως· καὶ πάλιν τῷ αὐτῷ μέτρῳ «ὁ Θεὸς ἐλέησόν με τὴν ἐσκοτισμένην ἀπάτην» καὶ πάλιν «ὁ Θεὸς ἐλέησόν με τὸ ἀρχαῖον κακόν»· καὶ ὅταν ταῦτα ποιήσῃς, τότε συναριθμηθήσει ὡς τὸ ἀπ’ ἀρχῆς τοῖς ᾽Αγγέλοις Αὐτοῦ. Ὁ δὲ Ζερέφερ, τὸ ἐπίπλαστον τῆς μετανοίας ταῦτα ἀκούσας, ἐγέλασεν αὐτίκα μέγα, καὶ φησὶ πρὸς τὸν γέροντα, ὧ σαπρόγερε· ἐγὼ εἰ ἤθελον ἑαυτὸν καλεῖν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἀρχαῖον κακόν, καὶ ἐσκοτισμένην ἀπάτην, ἐξ ἀρχῆς καὶ προοιμίων τοῦτο ποιήσας ἂν ἐσωζόμην· νυνὶ δέ, ἀρχαῖον κακὸν ἐγὼ; μὴ γένοιτο· καὶ τίς τοῦτο λέγει; καὶ πολὺ εἰμὶ ἀρχαῖον καλόν· ἄρτι γὰρ ὡς ἔτι εἰμὶ θαυματουργός, καὶ πάντες φοβοῦνταί με καὶ ὑποτάσσονται, καλέσω αὐτὸς ἐμαυτὸν βδέλυγμα, καὶ ἐσκοτισμένην ἀπάτην καὶ ἀρχαῖον κακόν; οὐχὶ γέρων, οὐχὶ ὡς ἔτι δεσπόζω τῶν ἁμαρτωλῶν, ἵνα μὴ γίνωμαι δοῦλος ἀχρεῖος, ταπεινὸς καὶ εὐτελὴς διὰ μετανοίας, οὐχὶ γέρων οὐχὶ γέρων οὐχί, μὴ γένοιτο· ἵνα ἐγὼ εἰς τὴν τοιαύτην ἀτιμίαν καταντήσω’’· ταῦτα εἰπὸν καὶ ἀλαλάζον τὸ ἀκάθαρτον πνεῦμα ἠφανίσθην ἀπ᾿ αὐτοῦ· ὁ δὲ γέρων ἀνέστη εἰς προσευχήν, εὐχαριστῶν τῷ Θεῷ καὶ λέγων ‘‘ἀληθῶς εἶπας Κύριε, ὅτι ἀρχαῖον κακόν, νέον ἀγαθὸν οὐ γίνεται’’·
Ταῦτα δὲ ἀγαπητοί μου οὐχ ἀπλῶς ἠναγκάσθην εἰς μέσον παραγαγεῖν· ἀλλ᾽ ἵνα τοῦ Δεσπότου Χριστοῦ μάθητε τὴν ἀγαθότητα· ὅτι εἰ καὶ διάβολον δέχεται μετανοοῦντα, πολλῷ μᾶλλον ἀνθρώπους, ὑπὲρ ὧν καὶ τὸ ἴδιον αἷμα ἐξέχεεν.