2017-07-24_164320βασιλεύη ἐκεῖ ἡ σιωπή καί εὐταξία, τόσον ὠφελεῖ ἡ τοιαύτη ἀνάγνωσις εἰς τούς άκροατἀς, ὁπόταν ἔχῃ τά τοιαυτα παρεπόμενα, ὥστε μόνοι οἱ ἀπαθεῖς αἰσθάνονται τήν ὠφέλειαν, καί μάλιστα ἐὰν ὁ λόγος γίνεται περί νέου τινός ἁγίου· καί ἐπειδή ὁ σήμερον ὲορταζόμενος εἷς ἐκ τῶν νέων έστί, καί διπλῆν ἔχει τήν ἁγιότητα ὡς Ὅσιος καί Μάρτυς, ἀκόλουθον ὅτι θέλομεν ὡφεληθῆ εἰς τοιαύτην διήγησιν, ὅταν ἀκούσωμεν νέους ἀσκητικούς καί ἀθλητικούς ἀγῶνας· ὅσοι γάρ τῶν νέων τούτων Μαρτύρων ἡγίασαν καί πρό αὐτοῦ τοῦ μαρτυρίου δι᾿ἀσκητικῶν ἀγώνων, οί τοιοῦτοι λέγω, ἀξιοι πολλῶν ἐγκωμίων εἰσίν. ᾿Αλλά, τίς καί ποῖος έστίν οὔτος ὅστις είς τούς ἐσχάτους τούτους καιρούς διπλοῖς βέλεσι τόν διάβολον κατετραυμάτισε; οὔτος ἐστίν ὁ τῆς νίκης φερώνυμος Νικόδημος, οὔ τινος τόν ἀσκητικόν βίον καί τό μαρτυρικόν τέλος βούλομαι διηγηθῆναι σήμερον πρός ὑμᾶς τούς φιλεόρτους ἀκροατάς καί ἀκούσατε μετά πάσης προσοχῆς τήν διήγησιν.

Οὔτος οὖν ὁ νεοφανής τοῦ Χριστοῦ Μάρτυς Νικόδημος, πατρίδα μὲν εἶχε κώμην τινά Βυθικούκιον ὀνομαζομένην, πλησίον εἰς τά ὅρια τῆς Κορυτζᾶς κειμένην, καί ὑποκειμένην είς τόν Μητροπόλεως Καστορίας.᾿Εγεννήθη δέ ἀπό γονεῖς εύσεβεῖς, τήν ραπτικήν ἐπιστάμενος τέχνην· οὔτος ἐλθών κατῴκησεν ἐν τῇ πόλει τῶν Βελεγράδων, ἐν ἤ καί τήν ἑαυτοῦ τέχνην είργάζετο· εἶτα, καί γυναῖκα ἔγημε, καί δευτέρα ὡσαύτως τελευτησάσης τῆς πρώτης, ὁμοίως καί τρίτην· τελευτησάσης δέ καί αύτῆς, ήβουλήθη λαβεῖν καί τετάρτην· τοιαύτην γάρ δύναμιν ἔχουσι τὰ πάθη είς τόν ἄνθρωπον καί ἡ κακή συνήθεια, ὥστε ἀχόρταγος γίνεται ἡ ὄρεξις αὐτοῦ ἐπί τὰ κακά· ὡς οὖν ἠβουλήθη τοῦτο ποιῆσαι, ἕμαθε ὅτι ἄρχων τις τῶν Ἀγαρηνῶν ἔχει παιδίσκην τινά χριστιανήν καί ὡραίαν· τολμήσας ἀπέστειλε τῷ ἄρχοντι ἐκείνῳ μεσίτας, ὅπως δώσῃ αὐτῷ αὐτήν εἰς γάμου κοινωνίαν· ὁ δέ μιαρός ἐκεῖνος , προθυμὁτερος ὧν εἰς τό μεταδοῦναι τὴν μιαράν αὐτοῦ θρησκείαν είς χριστιανὁν μᾶλλον καί αὐξῆσαι αὐτήν, ἤ ἔχειν τήν θεραπαινίδα μόνον, ἀντεμήνυσεν αὐτῷ, ὅτι τοῦτο ἐστίν εὔκολον, ἐάν ἀρνηθῇ τόνΧριστόν καί δεχθῆ τήν τῶν Ἀγαρηνῶν θρησκείαν· τί τὰ μετὰ ταῦτα; μεθυσμένος ὤν ὑπό τοῦ σαρκικοῦ ἔρωτος, ούδέν εὑρέθη κώλλυμα εἰς αύτὀν, ἀλλά δεχθείς τόν λόγον τοῦ ᾿Αγαρηνοῦ, παρευθύς κατεφρόνησε Θεόν καί ψυχήν, καί παρρησίᾳ ἠλάλαξεν ἐκείνην τήν ἐλεεινήν φωνήν είς τό κριτήριον, τό:᾽Αγαρηνός είμί ἀπό τοῦ νῦν καί οὐκ ἔτι χριστιανός· οὕτως οὖν πεσών πτῶμα ἐξαίσιον φιληδονίας ἕνεκα, εὑρίσκετο ἐν τούτῳ διακείμενος πολλάς ἡμέρας, ζῶν ὡς ὁ ἄσωτος υἱός ἐν μέσῳ τῶν ἡδονῶν, μή συλλογιζόμενος ὅλως, ἀπό ποῖον ὕψος θεογνωσίας, είς πόσον καταχθόνιον κρημνόν τοῦ Ἅδου ὑπέπεσεν ἀθεῒας.

Καί ταῦτα μὲν οὗτος ἐποίησε συνεργείᾳ τοῦ διαβὁλου ὁ δέ πανάγαθος Θεός, ὁ μακρόθυμος καί πολυέλεος, ὁ μή θέλων τόν θάνατον τοῦ ἁμαρτωλοῦ, ἕως τοῦ ἐπιστρέψαι καί ζῆν αὐτόν, καί ὅστις ἀείποτε πραγματεύεται τήν σωτηρίαν ἡμῶν· ὁ Αὐτός λέγω, οὐκ ἀφῆκε τῶν χειρῶν Αὐτοῦ τὸ πλάσμα ἀπολέσθαι τελείως, ἀλλ᾿ἐφώτισεν αὐτόν θαυμασίως· διότι ἐν μιᾷ τῶν ἡμερῶν, ὼς ἀπό μέθης ἐγερθείς καί ἐλθὼν εἰς ἑαυτόν, καί διαλογιζὀμενος ὅσα κακῶς ἔπραξε καί ἔπαθεν, ἀνεστέναζεν ἐκ βάθους ψυχῆς, ἑταλἀνιζεν ἑαυτὀν καί ὁδυνηρῶς τήν τῆς ψυχῆς αὐτοῦ ἀπώλειαν ἐθρήνει καί ἕλεγεν· οἴμοι τῷ ἀθλίῳ καί ταλαιπώρῳ, διἀ ποίαν αἰτίαν ἆρά γε ἐτυφλώθην τόσον κατά τόν γοῦν ὁ ἀσύνετος; πῶς ἐσκοτίσθην τῇ διανοίᾳ; πῶς προετίμησα τό σκότος μᾶλλον ἤ τό φῶς; πῶς ἐχωρίσθην τῆς δόξης τοῦ Χριστοῦ; πῶς ἑκουσίως μου ἀπέρριψα ἑαυτόν ἀπό τῆς συναυλίας τῆς χριστωνὐμου κλήσεως τῶν εὐσεβῶν, γενόμενος δοῦλος καί αἰχμάλωτος τοῦ παμπονήρου διαβόλου; οἴμοι τῷ τάλανι καί κακοδαίμονι, ποίαν ἀπολογίαν μέλλω ἀποδώσειν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως; Ποίος ρύσεταί με τῆς ἀποκειμένης κολάσεως καί ἀπαραιτήτου ἀποφάσεως; τί μοι ὄφελος τότε ἡ ματαία ἡδονή, ὄταν ἀποδιωχθῶ ἀπό προσώπου τοῦ φοβεροῦ Βασιλέως καί Κριτοῦ; ὅταν ἀκούσω τήν φρικτήν καί φοβερὰν ἐκείνην ἀπόφασιν τοῦ δικαίου καί ἀπροσωπολήπτου κριτοῦ Χριστοῦ τοῦ Θεοῦ; ὅταν εἶπῃ πρός με “ἀποστραφήτω ὁ ἀσεβὴς εἰς τόν ἅδην”; ποῖος τότε λυτρώσει με τῆς ἀνάγκης ἐκείνης; ὢ τῆς κακῆς πραγματείας ! ὢ τῆς δεινῆς συμφορᾶς ! ὤ τῶν ἐμῶν κακῶν ! Ταῦτα μετά θερμῶν δακρύων ἔλεγεν ἐλεεινῶς ὀδυρόμενος, καί μετανοῶν διὰ τὰ ὁποῖα ἔπραξεν κακῶς· διὸ καί πάλιν ἔκραζε μετά ἀναστεναγμοῦ᾿ Σύ Κύριε, ὀ κλίνας οὐρανούς καί καταβάς, ἵνα σώσῃς τό ἀνθρὡπινον γένος ἐκ τῆς τοῦ ἄδου τυραννίδος· Σὐ ὁ ἐλθών ἐπί τῆς γῆς, ἵνα καλέσῃς ἁμαρτωλούς είς μετάνοιαν, δέξαι κἀμέ τόν δείλαιον μετανοουῦντα κατά τὸ μέγα σου ἔλεος.

Οὕτως οὖν δεόμενος καθ᾽έκάστην ἡμέραν καί νύκτα καί ὥραν εἰς φυγήν έμελέτησεν ἵνα ἀπέλθῃ είς τό Ἁγιώνυμον Ὄρος τόν κοινόν λιμένα τῆς σωτηρίας, ὄπως διορθώσῃ τὸ μέγα πτῶμα τῆς ἀρνήσεως· προαπέστειλε δέ καί τὸν υἱόν του ἐκεῖ, ὄς καί ένεδὐθη τό ἅγιον σχῆμα τῶν μοναχῶν τό ὁποῖον ὠς ἔμαθεν ὁ πατήρ αὐτοῦ, τόσον περιχαρής ἐγένετο, ὥστε ὅλῃ ψυχῇ καί καρδίᾳ τήν φυγήν ἐπεχείρησε. Θεωρήσας γάρ τὴν περιουσίαν αὐτοῦ, τά κινητά καί τά ἀκίνητα κτήματα, ἄλλα μέν τοῖς δεομένοις ἐχαρίσατο ὐπέρ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας· τινά δέ μεθ᾿ἑαυτοῦ λαβὠν, ἀπῆλθε δρομαίως είς τό άγιώνυμον Ὄρος· φθάσας οὖν ἐκεῖ, καί εὑρών τινά πνευματικόν ἐνάρετον Σάββαν ὀνομαζόμενον᾿ εἰς ἐκεῖνον τάς ἑαυτοῦ πάσας ἁμαρτίας ἐξομολογήσατο·εἴτα ἀναχωρήσας ἐκεῖθεν, καί πρός τὴν ἱερὰν Σκἡτην τῆς ἁγίας Ἄννης παραγενόμενος, ἕκδοτον ἑαυτόν ποιεῖ ἑνί πνευματικῷ Φιλοθέω όνόματι, πατρί ἐναρέτῳ τῷ τότε καιρῷ, πλησίον τοῦ Κυριακοῦ ἔχοντι τὴν καλύβην, τήν καί μέχρι τοῦ νῦν ἐπ᾽ ὀνόματι τῆς τοῦ Χριστοῦ ᾽Ἀναλήψεως τιμωμένην ἐστίν· ἐν αὐτῇ δέ διαμείνας, καί διδαχθείς άπό αὐτόν πᾶσαν τάξιν τῆς μοναδικῆς πολιτείας καί κανόνας, ἔλαβε καί παρ᾿ αὐτοῦ τό ἀγγελικόν σχῆμα, μετονομασθείς ἀντί Δέδες, Νικόδημος μοναχός.

Ἔκτοτε οὔν διετέλει ὁ θεῖος οὗτος Νικόδημος πᾶσαν ἀρετήν· ἦν γάρ διηνεκῶς προσευχόμενος καί νηστεύων καί ἀγρυπνῶν, ἔχων καί τήν μακαρίαν ταπείνωσιν ὡς ὁ τελώνης, διά τῆς ὁποίας καί τοῦ ποθουμένου τετύχηκεν· εἴχε πρὸς τοῖς ἄλλοις καί τήν κατάνυξιν, καθότι συνεχῶς τὸ πτῶμα αὐτοῦ ἐνθυμούμενος, ἐθρήνει πικρῶς· ἡ γὰρ αὐτοῦ βρῶσις καί πόσις ἄρτος ἧν ἁγνός καί ὕδωρ ὠσαύτως, ἐκ τῶν ὁποίων πάνυ ὀλίγον μετελάμβανε· καί ἁπλῶς εἰπεῖν· πάσας τάς ἀρετάς μετερχόμενος, τάς κακίας πάσας τῶν παθῶν ριζόθεν ἀνέσπασεν, ὁ γάρ μή φεισάμενος τῆς σαρκός, οὐδέ ἄνεσιν τινά διδώς αὐτῇ, καί τήν φιλαυτίαν μή ἀσπασάμενος, οὐδέ τήν κενοδοξίαν, πῶς τάς ἀρετάς οὐ μή κτήσηται ὀ τοιοῦτος; διὰ γὰρ τοῦτο έβασάνιζεν ἑαυτὸν ἐν νηστείαις καί ἀγρυπνίαις, ἐν χαμευνίαις καί προσευχαῖς.καί ἐν πάσαις σκληραγωγίαις, ζῶν ἐν σώματι ὡς ἀσώματος, καί ὑποτάξας πάντα τἀ μέλη καί ὄργανα τῆς σαρκός, καί δοῦλα ποιήσας ταῦτα τῷ πνεύματι. Ταῦτα βλέποντες καί οἱ ἐκεῖθεν͵ ἀγωνισταί εἰς τόν θεῖον τοῦτον Νικόδημον, ἐθαύμαζον τήν πρός αὐτόν θείαν μεταβολήν καί ἀλλοίωσιν, διἀ τὸ ὁποῖον καί τῆς συγχωρήσεως παρὰ Θεοῦ ἑτυχεν, ὡς ὁ λόγος Θέλει φανερώσῃ παρέμπροσθεν. Ἐν τούτοις τοῖς θεαρέστοις άγωνίσμασι διαρκέσας ὁ γενναῖος ὄντως Νικόδημος τρεῖς ὁλοκλήρους χρόνους καί δόκιμος καί ἄσειστος φανείς, άνώτερος γνωρίζεται ταῖς τῶν δαιμόνων προσβολαῖς, καί παρά πᾶσι τόν ἔπαινον δέχεται· εἶτα προσθἐσας ἀρετάς εἰς τάς άρετάς, ἐδιπλασίασε ταύτας καί ἐπολυπλασίασε τόσον, ὥστε ἰδών ἑαυτὸν οὕτως ἔχοντα, οὐκ έδίστασεν, άλλ᾽έζήτησε παρά Θεοῦ καί παρά τῆς Αὐτοῦ ἁγιωτάτης Μητρός εἴτι ὠρέγετο ἡ ψυχή αὐτοῦ· τουτέστιν, ὅπως καταξιωθῆ διανύσαι αὐτοῦ τόν βίον ἐν Μαρτυρίου τελειότητι, ίνα καί τόν ὑποσκελίσαντα αὐτόν ἕνεκα φιληδονίας δράκοντα καταισχύνῃ, καἰ τό μεγάλον αὐτοῦ πτῶμα τοῖς ἰδίοις αἵμασιν άποπλύνῃ καί οὕτω καθαρός τῷ μόνῳ Θεῷ μετά παρρησίας παρασταθήσεται· καί ταῦτα μέν ὁ Ὅσιος ηὔχετο παρακαλῶν νυκτός καί ήμέρας· ὁ δέ Θεός, ὁ τὁ θέλημα τῶν φοβουμένων Αύτόν ποιῶν, καί τῆς δεήσεως αὐτῶν εἰσακούων καί σώζων αὐτούς, κατά τόν Προφήτην Δαβίδ· καί πάλιν ἀλλαχοῦ· «σοῦ δεηθέντος, ἐγώ πάρειμι»· οὐ παρεῖδε τὴν δέησιν αὐτοῦ, άλλ᾿ ἐπήκουσεν αὐτοῦ ὡς πολυεύσπλαχνος.

StSilouanprayingMountAthoscelledited1Όθεν ἐν μιᾷ τῶν νυκτῶν προσευχόμενος καί ἀγρυπνῶν ὁ Νικόδημος, ἐκ τοῦ περισσοῦ κόπου άπεκοιμήθη· κοιμώμενος οὐν, ἰδού κατ΄ ὄναρ φαίνεται πρός αὐτόν ἡ Παντάνασσα Θεοτόκος, ἥτις ἑξήστραπτεν ὑπέρ τόν ἥλιον, ἰσταμἑνη ἐν μέσῳ δύο φωτεινῶν ᾿Αγγέλων, καί ἕχουσα ἐν τῇ δεξιᾷ αὐτῆς χειρί ποτήριον τινά κρυσταλλοειδές ὡραιότατον, καί λέγει τῷ Νικοδήμῳ· γινώσκεις ἄραγε ποία εἰμί ἑγώ; ὁ δέ Νικόδημος πεσών μετά πολλοῦ φόβου καί τρόμου, προσεκύνησε τῇ Παρθενομήτορι λέγων· ναί Δέσποινα, γινώσκω ὅτι σύ εἰ ἡ Μήτηρ τοῦ Κυρίου καί Θεοῦ ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ἡ προστασία καί μεσίτρια τοῦ γένους ἡμῶν· ἡ δὲ λέγει πρὸς αὐτόν· ἰδού εἰσηκούσθη ἡ δέησίς σου· ἐγὼ γάρ παρακαλέσασα τὸν μονογενῆ Υἰόν μου καί Θεόν, καί δυσωπἡσασα Αὐτόν, συνεχώρησε πάσας τάς ἁμαρτίας σου· ὅθεν άγωνίζου εἰς τὸ ἑξῆς ἐν θεαρέστῳ πολιτείᾳ, ἵνα καί τῆς αἰωνίου τύχῃς μακαριότητος· ὁ δέ Νικόδημος χαρᾶς ἀπείρου πλησθείς, πάλιν προσεκύνησε τῇ Θεοτόκῳ δεόμενος αὐτῆς, ὅπως δεηθῇ τῶ μονογενεῖ Υἰῷ αὐτῆς, τοῦ καταξιῶσαι αὐτόν τοῦ μαρτυρικοῦ μέχρις αἵματος τέλους, ἵνα καί μιμητής γένηται τοῦ άχράντου αὐτοῦ πάθους αὐτοῦ κενώσαντος ἑκουσίως ἐπί Σταυροῦ τό πανάγιον αὐτοῦ αἴμα ἐπί σωτηρία τοῦ γένους τῶν ἀνθρώπων, πρὸς διόρθωσιν τῆς πρώην γενομένης παρ᾽ αὐτοῦ ἀρνήσεως. Ἡ δέ Παντάνασσα Θεοτόκος, ἀπεκρίθη αὐτῷ λέγουσα· γενηθήτω σοι ὡς θέλεις· εἶτα πάλιν λέγει αύτῷ· ἄπελθε οὐν, ἔνθα ἡρνήσω κακῶς τὸ πρότερον, ὁμολόγησον ἐκεῖ καλῶς, καί ἡ χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος ἔστω μετά σοῦ· μή οὖν δειλιάσῃς τάς βασάνους τῶν ἀσεβῶν, μηδέ διστάσῃς ὅλως, ὅτι ἡ χάρις μου δυναμώσει σε· καί ταῦτα εἰποῦσα, ἐπιδίδωσιν αὐτῷ τό ποτήριον λέγουσα· ἄνοιξὁν μοι τό στόμα, καί δέξαι ποτήριον σωτηρίου καί τοῦ μαρτυρίου εἰς τό ὄνομα τοῦ Πατρός, και τοῦ Υίοῦ καί τοῦ Ἁγίου Πνεύματος· ὁ δέ τοῦτο γευσάμενος, ἠσθάνθη τὸ τοιοῦτον πόμα δριμὐτερον ὅξους· καί πάλιν ἡ Θεοτόκος λέγει αὐτῶ· τό μέν ποτήριον τοῦ μαρτυρίου δριμύ πρὸς ὥραν ἐστίν, ἀλλά γλυκεῖα ἡ τοῦ παραδείσου αἰώνιος ἀπόλαυσις. Εἴτα ὁ μέν θεῖος Νικόδημος προσκυνήσας τῇ Θεομήτορι, καί εὐχαριστῶν αὐτῆς τήν μεγάλην εὐεργεσίαν καί τό ἔλεος, ἔχαιρε τῷ πνεύματι· ἡ δέ Θεοτόκος ἀνέβη είς τούς οὐρανούς.

Τί τά μετά ταῦτα; οὐκ έξαρκεῖτο ἡ πηγή τῆς εὐσπλαχνίας Δέσποινα Θεοτόκος ἕως τόσον καί μόνον, ἀλλ᾽ ἔτι καί εἰς μεγαλυτέρας θεωρίας τόν Ὅσιον κατηξίωσε· κοιμώμενος γάρ ἔτι ὁ μακάριος Νικόδημος ῄρπάγη είς ὀπτασίαν ὑπό θείου ᾽Αγγέλου, ὄστις ἔδειξεν είς αὐτόν ὅλους τούς βασανιζομένους ἐν τῷ ἅδῃ, έξαιρέτως δέ τὸν ἀρχηγὸν τῆς πλάνης τῶν ᾿Αγαρηνῶν, ὅς ἐστιν ὁ ψευδοπροφήτης Μωάμεθ· ὑπῆρχε γάρ οὔτος δεδεμένος ἐν πυρίναις ἀλύσεσιν ἐν τῇ φλογί τῆς γεέννης, δεινῶς βασανιζόμενος· ὡσαύτως καί ἅπασα ἡ πληθὺς τῶν ἀσεβῶν, οἱ ὁπαδοί δηλονότι αὐτοῦ καί τῶν λοιπῶν πρωταρχηγῶν πάσης ἀσεβείας καί αἱρέσεως, ἀπαντες ἐκεῖ βασανιζόμενοι· εἶτα φέρεται καί εἰς τόν παράδεισον ὑπό τοῦ αὐτοῦ θείου ᾽Αγγἑλου, ὅστις ἔδειξεν αύτῶ πᾶσαν τήν τερπνότητα καί τήν δόξαν αὐτοῦ, κ᾿ τὴν ἐκεῖ χαρἀν τῶν δικαίων καί ἀγαλλίασιν.

Ταῦτα ἱκανῶς θεωρήσας ὁ Θεῖος Νικόδημος, ἐγένετο ἔξυπνος δοξάζων τὀν Θεὀν, καί τήν Πανάχραντον Αὐτοῦ Μητέρα, καί πότε μέν ἐθρήνει θερμῶς, τήν ἀπώλειαν τῶν ἀσεβῶν καί ἁμαρτωλῶν ἀνθρώπων συλλογιζόμενος· πότε δέ ἔχαιρεν ὑπερβαλλόντως διά τήν δόξαν τῶν δικαίων· ὅθεν δραμὼν πρός τόν πνευματικόν αὐτοῦ πατέρα, τόν ἄνωθεν ρηθέντα Φιλόθεον, ἀποκαλύπτει εἰς ἐκεῖνον ἅπαντα ὅσα ἄνωθεν ἐδιηγήθημεν· ὁ δέ ἱερός ἐκεῖνος πατήρ, ταῦτα ἀκούσας, λέγει αὐτῶ· πρόσεξον καλῶς τέκνον, καί γνώρισον ὅτι τό μἑν πνεῦμα πρόθυμον ἐστίν, ἡ δέ σάρξ ἀσθενής· ἐπειδή ὁ ἄνθρωπος βασανιζόμενος οὐ πάσχει κατά τό πνεῦμα, ἀλλἁ κατά τό σῶμα μόνον· διά τοῦτο τό μὲν πνεῦμα χαίρει εἰς πάντα τὰ πνευματικὰ καί θεῖα ἔργα, τό δέ σῶμα προβλἑπον τάς διαφόρους κολάσεις καί κακουχίας, φοβεῖται καί τρέμει, καί στρέφει είς τἀ ὄπισθεν· πλήν ἄπελθον ἐν εἰρήνῃ τέκνον πορεύθητι τήν ὁδὸν τῆς σωτηρίας σου, καθὠς σοι ὁ Κύριος ἄπεκἀλυψἐ σοι, καί προσκαλεῖ σε εἰς τήν ὁδὸν τῆς σωτηρίας, οὕτω καί σύ ἄπελθε μετά προθυμίας ὀπίσω αὐτοῦ᾽ἡ γἁρ πληροφορία σου οὐκ ἐξ ἀνθρώπου ἐγένετο, ίνα διστἀζης, ἁλλ᾿ ἐκ Θεοῦ καί τῆς αὐτοῦ Παρθένου Μητρός, ἵνα ἀποβάλλῃς ἀπὸ σοῦ πάντα δισταγμὀν καί φόβον· ἄπελθε οὖν κατά τήν Θείαν προσταξιν· αὐτὸς γάρ ὁ θεός διατηρήσει σε ἀνώτερον πάντων έχθρῶν, ὁρατῶν καί ἀοράτων” ταῦτα εἰπὼν ὁ γέρων τῷ ἑαυτοῦ τέκνῳ Νικοδήμω, καί ποιήσας κοινήν εὐχήν μετὰ πάντων των ἐν τῇ ἱερᾷ Σκἠτῃ πατέρων καί ἀδελφῶν, ἀπέλυσεν αὐτόν ἐν εἰρήνῃ.

Κινηθείς οὖν ὁ θεῖος Νικόδημος πρός τήν ὁδόν τοῦ μαρτυρίου, ἑφοδιασμἑνος πρῶτον μέν ἀπό τάς θείας ἀποκαλύψεις, δεύτερον δέ ἀπὸ τὰς εὐχάς τοῦ ἑαυτοῦ γέροντος καί τῶν λοιπῶν πατέρων τῆς Σκήτεως, ἠθἑλησεν νά λάβῃ καί τὰς εὐχάς καί εὐλογίας τοῦ τότε ἐν τῇ ἱερᾷ Σκήτῃ Καυσοκαλυβίων ἀσκοῦντος μεγάλου πατρός ἁγίου ᾽Ακακίου· ἡ γάρ συμβουλή τῶν τοιούτων μεγάλων ἁγίων, ὡς διά ζώσης φωνῆς λεγομένη καί μαρτυρουμένη, ἀσφαλεστἑρα ἁναμφιβόλως ἐστί τῶν ὀπτασιῶν, καί ὅλων ἐκείνων τῶν ἀδελφῶν τῶν μή ἐχόντων μαρτυρουμένην ἀγιότητα· αἱ γὰρ ὀπτασίαι ἐνίοτε γίνονται καί σφαλεραί, εί καί ὁ λόγος οὐκ άποδίδεται είς τὰς τοιαύτας θείας ὀπτασίας τοῦ ὁσίου τούτου· ἀπελθών οὖν ὁ “Οσιος εἰς τόν ρηθέντα “Οσιον ᾿Ακάκιον, καί πεσών εἰς τούς πόδας αὐτοῦ, ἐθρήνει καί ὠδύρετο ὥραν πολλήν· ὁ δέ ἅγιος λαβών αὐτὸν τῆς χειρός, καί ἐξ όνόματος καλέσας αὐτόν, τὀν ὁποῖον οὐδέποτε εἶδεν, ἤγειρεν αὐτόν καί ἐθάρρυνε, καί τά πρός σωτηρίαν ὡμίλησεν·εἱτα ἀφήσας αὐτὀν ἐκεῖ ὁ “Οσιος, ἀνεχὡρησεν ὀλίγον καί προσηύξατο νοερῶς ὑπέρ αὐτοῦ“ τινὲς δὲ τότε εὑρεθέντες ἐκεῖ , εἱδον φῶς ἐν εἴδει ἀστέρος λαμπροῦ, ό ὁποῖος καταβάς ἦλθε πρός τόν “Οσιον τοῦτον ᾿Ακάκιον προσευχόμενον·καί τούτου γενομένου.ὁ μέν ἀστήρ ἐκεῖνος ἀφανής ἐγένετο, τὀ δέ πρόσωπον τοῦ ‘Οσίου, ὡς ὁ ἥλιος ἔλαμψεν· ὅθεν στραφείς ἔπειτα ἐπλησίασεν είς τό Νικόδημον, καί εἶπεν αὐτῷ λόγον τινὰ μυστικόν, καί σύν τῷ λόγῳ εὐθύς ἡ μέν λάμψις τοῦ προσώπου αὐτοῦ ἐξέλιπεν ἀπό τόν “Οσιον, κατἀνυξις δέ ἀμετρος, είσῆλθεν είς τήν τοῦ Νικοδήμου καρδίαν, ἐκ τῆς ὁποίας κατανύξεως άρδευθείς καί μεθυσθείς εἰς τόν Θεῖον ζῆλον, ἔκραξε μεγάλως, σημεῖον τοῦτο τοῦ ὑπερβολικοῦ ἔρωτος. τοῦ θείου, διότι ἀπελθών κάτωθεν τοῦ σπηλαίου, ἔκλαυσεν ἐκφὡνως κοπετόν μέγαν καί γοερόν· εἶτα ἐγερθείς ἀπῆλθε πάλιν εἰς τόν “Οσιον, ζητῶν τἠν παρ᾿αὐτοῦ εὐλογίαν καί ἄδειαν τοῦ ἀπελθεῖν εἰς τήν ὁδόν τοῦ μαρτυρίου· ὁ δέ “Οσιος εὐχηθείς αὐτῷ, εἴτα καί ἐπιδούς ράβδον τινά εἰς χεῖρας αὐτοῦ, λέγει αὐτῷ· ἄπελθε τέκνον μου μετ᾿αὐτῆς ἐνώπιον τῶν ἀπίστων κριτῶν, καί τῇ τοῦ Χριστοῦ μου δυνάμει καί χάριτι θέλεις τελειώσῃ τόν μαρτυρικόν ἀγῶνά σου.

Λαβών οὖν ὁ θεῖος Νικόδημος τὴν ράβδον ἐκείνην ὡς ἐκ χειρός Κυρίου, καί ταῖς εὐχαῖς τοῦ ‘Οσίου περιφραχθείς, ὄλος ἐγένετο τοῦ μαρτυρίου αἰχμάλωτος καί πρός τήν ὁδόν ἑτοιμάζετο· ἀδύνατος δὲ ὢν διὰ τὰς ἀμέτρους πρός αὐτόν νηστείας είς τό περιπατῆσαι τοσοῦτον διάστημα δρόμου, ἐζἡτησεν ἄδειαν ἀπὸ τὸν “Οσιον φανεῖν τί ὄπως δυνηθῆ περιπατεῖν· ὁ δέ “Οσιος ᾿Ακἀκιος λέγει αὐτῷ· τώρα μᾶλλον ἀδελφέ ἔχεις ἀνάγκην τοῦ νηστεύειν, διότι μέλ λεις ἀγωνισθῆναι τόν ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ‘τελευταίον ἀγῶνα· ὅθεν ὄση ὑπάρχει σου ἡ δύναμις αὕτη τῆς νηστείας, τόσον περιπάτει, καί ὁ Δεσπότης ἡμῶν ὁ είπὠν᾽”οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἀνθρωπος, ἀλλ᾽ἐν παντί ρήματι ἐκπορευομένῳ διά στόματος Θεοῦ” (Κατά Ματθ. Δ΄) ᾿αὐτός ἐνδυναμώσει σε ἀπελθεῖν ἀκόπως πᾶσαν τήν ὁδόν σου.᾿Αποκριθείς δέ ὁ Νικόδημος λέγει τό γέροντι· ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός διά τῶν θείων σου εὐχῶν ἅγιε πάτερ, ποιῆσαι τὸ ἔλεος Αὐτοῦ ἐν ἐμοί, καί καταξιῶσαί με τῆς καλῆς Αὐτοῦ ὁμολογίας “πλήν δηλιῶ τάς πανουργίας τοῦ δαίμονος“ λέγει αὐτῷ ὁ Ὅσιος. Ἔχε θάρρος ἀδελφἐ καί μή φοβηθῇς τόν ἀνίσχυρον δαίμονα· τόν Θεόν δέ μόνον φοβοῦ, τάς ἐντολάς αὐτοῦ τήρει καί πρός Αὐτόν ἀπόρριψον τάς ἐλπίδας σου· καί ταῦτα τά τελευταῖα ἀκούσας ἔτι ὁ Νικόδημος ἐκ στόματος τοῦ ἁγίου Ἄκακίου έκλαυσεν ίκανῶς· εἴτα λαβὼν ἐκ χειρός αὐτοῦ τήν ράβδον σύν τῇ εὐχῆ, καί ἀσπασάμενος αὐτοῦ τήν χείρα σύν τῇ ράβδω άνεχὠρησε χαίρων.

Οὐτως οὖν νηστεύων καί ἐγκρατευόμενος ὁ θεῖος Νικόδημος ὅσον ἠδύνατο, οὐδόλως ἡτόνισεν, ἀλλά μάλλον ένδυμαμωθείς τῇ τοῦ Χριστοῦ θεία χάριτι, ἁπῆλθεν ἀκόπως μέχρι τῆς πατρίδος αὐτοῦ· ἀλλά καί ὁ Σωτήρ ἡμῶν ἐφάνη ἐν τῇ ὁδῷ ἐνισχύσας αὐτόν καί στηρίξας, ἐδειξε γάρ είς αὐτόν τήν τῶν μελλόντων δήλωσιν· τουτέστιν, ἐφανέρωσεν είς αὐτόν τὰ ὅσα βάσανα ἔμελλε παθεῖν, καί ποῦ, ἔτι δέ καί αὐτόν τόν τόπον τῆς αὐτοῦ τελειῶσεως, καί ὅτι δεῖ αὐτόν τελειωθῆναι διά ξίφους· καί οὕτως ὁ μέν Κύριος ἀνέβη εἰς τοὺς οὐρανούς· ὁ δέ θεῖος Νικόδημος μεγάλως ένδυναμωθείς, διά τό τόσον μεγαλεἰον, ἠξιώθη παρά Θεοῦ, χαίρων ἐπορεύετο τήν ὁδὸν αὐτοῦ.

Φθάσας λοιπόν ἐν τῇ πόλει τῶν Βελεγράδων είς ἥν προεξὠμοσεν, ἐγένετο γνωστός τοῖς πολλοῖς” πορευόμενος δέ είς τὸ ἑαυτοῦ ἐργαστήριον διά μέσου τῶν ἐκεῖ εὑρισκομένων καί τῶν αὐτοῦ συντεχνιτῶν, μεθ᾿ ὧν ποτέ είργάζετο, ἔτι περισσότερον ἐγνωρίσθη τοῖς πᾶσι“ διά τὸ ὁποῖον καί πάντες περί αὐτοῦ ἐλεγον· όθεν ίδὁντες αὐτόν καί οί έκεῖ. ‘Αγαρηνοί ήρξαντο λέγειν πρὸς ἀλλήλους οὐχ οὗτος ἐστίν ὁ τόν Χριστόν πρό καιροῦ ἐν ταύτῃ τῇ πόλει έξωμοσάμενος; πῶς πάλιν τά τῶν χριστιανῶν φρονῶν, ἦρθε πρός ήμᾶς καί ἐστι μεθ·ήμῶν καί φανερός τοῖς πᾶσι δείκνυται; καί ταῦτα τῶν ᾽Αγαρηνῶν λεγόντων καί τὀν ‘Οσιον δακτυλοδείκτοντες λέγει αὐτοῖς ὁ ‘Οσιος· περί ἐμοῦ τά τοιαὔτα λέγετε ἢ περί ἀλλου τινός; οί δέ είπον, περί σοῦ ταῦτα λέγομεν.καί ὄχι διά άλλον τινά, ἐἀν ἀληθῶς σύ ής, ό τήν θρησκείαν ἡμῶν δεξάμενος· πρός ταῦτα ὁ ὅσιος ἁπεκρίθη· ἐγὼ είμί βέβαια καί οὐκ ἀλλος ό παρ·ὑμῶν ἀνοήτως πλανηΘείς” ἀλλ·ἁπὀ τοῦ νῦν μή μοι γένοιτο τοῦ Χριστοῦ ἀρνητἠς λογίζεσθε μηδἐ λατρευτής τῆς μιαρᾶς τῶν ᾽Αγαρηνῶν πίστε ρωσέ μοι περί αὐτοῦ καί ὅλου τοῦ πεπλανημένου γένους ὑμῶν τῶν ἀθέων ᾿Αγαρηνων.

Ταῦτα τοῦ ἁγίου είπόντος, εὐθὑς ἐνεπλήσθησαν θυμοῦ ἅπαντες οἱ ἐκεῖ εὑρεθέντες, καί τρίζοντες κατ᾿ αὐτοῦ τοὺς ὀδόντας, έρράπιζον αὐτόν καί ἐμάστιζον, ἀλλήλοις παρακινούμενοι είς τό κακοποιῆσαι τόν Μάρτυρα περισσότερον· εἶτα ἐξαγαγόντες αὐτόν τοῦ παλατίου μέ ὁργῆς καί θυμοῦ, κατεκρήμνισαν αὐτόν ἀπό τοῦ ὕψους είς τά κάτω, ὅστις ὄχι μόνον ἔπαθεν οὐδέν κακόν, άλλά πεσών τοιουτοτρόπως, εὑρἑθη ὄρθιος ἱστάμενος είς τούς ἑαυτοῦ πόδας·τοῦτο τό θαυμάσιον ἅπαντες θεωρήσαντες, οὐ συνῆκαν οί άσύνετοι, ἀλλ᾽εὐθύς συλλάβοντες πάλιν αὐτόν, καί τανύσαντες ἱκανῶς, ράβδοις τραχέσι μαστίζειν αὐτόν προστάζει ὁ άλιτήριος οἱ δέ ὑπηρέται τοῦ διαβόλου ἤρξαντο ραβδίζειν αὐτόν άνηλεῶς καί ἐπιμόνως ὅσον ήδύναντο· καί ταῦτα μέν ἐκείνοι ἕπραττον· ὁ δέ ὡς Μάρτυς Χριστοῦ ἐδέχετο τάς πληγάς τόσον γενναίως καί μετά σιωπῆς, ὥστε ἐφαίνετο εἰς τούς ὁρῶντας ὅτι οὐκ ἔστιν αὐτός ὁ πάσχων άλλά ἔτερος· ὅθεν μετά γενναίου καί άπτοἡτου φρονήματος ἐνουθέτει ὲαυτόν, καί πρός τόν ὑπέρ Χριστοῦ ἀγῶνα παρεθάρρυνεν, εὐχόμενος μυστικά, καί τοιαῦτα ὑποψιθυρίζων ἔλεγεν· ·Επίβλεψον Κύριε, έξ ἁγίου κατοικητηρίου σου, καί δός μοι μετά παρρησίας λαλεῖν τόν λόγον σου, καί ἐνίσχυσόν με εἰς τό ὑπομένειν τάς κολάσεις κ΄ θλίψεις τοῦ μαρτυρίου, καί κατευόδωσόν με εἰς τέλος τῆς καλῆς ὁμολογίας Σου· εἶτα στραφείς πρός τούς τιμωροῦντας αὐτόν τοιαῦτα ἔλεγε· τύπτετε κατά τοῦ σώματός μου μεθ᾽ ὅσην δύναμιν ἔχετε, διότι κατ·αὑτόν τόν τρόπον ταχέως θέλετε μέ ὑστερήσει τῆς παρούσης ζωῆς, καί οὕτω θέλει μέ ἀξιώσῃ τῆς αἰωνίου καί μακαρίας ζωῆς Χριστός ὁ μόνος Θεός· Αὐτοῦ γάρ τοῦ Χριστοῦ δοῦλος ἐγώ είμί, Αὑτοῦ ὁπαδός καί ὁμολογητής, κ΄ δι᾿Αὐτόν άποθανοῦμαι, καί σύν Αὐτῷ ζήσομαι.Ἐπί τούτοις οὖν τοῖς λεγομένοις, όργισθέντες οἱ ἄθεοι, μεταστῆσαι τοῦτον άφ· ἑαυτῶν ταχέως ἐπεχείρησαν· ὅθεν λαβόντες αὐτόν ἀπό τάς τρὑχας τῆς κεφαλῆς καί τοῦ πώγονος έρράβδιζον αὐτόν, καί τύπτοντες αὐτοῦ τό πρόσωπον καί ὅλον τό σῶμα, άπέκλεισαν ἐν τῇ φυλακῇ.

Ἐν δέ τῇ ἑπαύριον, ἐκβαλλόντες τόν Μάρτυρα ἐκ τῆς φυλακῆς, παρέστησαν είς τό κριτήριον·καί ὡς εὔρον στερεόν ὡς καί πρότερον, καί τά αὐτά πάλιν λέγοντα, πάλιν είς ραβδισμοὐς ὁ τύραννος αὐτόν κατεδίκασε, καί τούτου γενομένου, οἱ μέν δήμιοι ρίψαντες κάτω τόν Μάρτυρα, ἐρράβδιζον αὐτόν ἐφ᾿ὅσην εἶχον ίσχύν· ὁ δέ Μάρτυς είς οὐρανόν άνατείνας τόν νοῦν κ·τό ὄμμα, οὕτω κατακείμενος ὑπέψαλλεν: ᾿Ο Θεὸς εἰς τήν βοήθειάν μου πρόσχες κ.τ.λ. Καί ἤν ἰδείν͵τινἀς, ὅτι τό μὲν σῶμα τοῦ Μάρτυρος ὅλον καταξανθέν ἀπό τάς μάστιγας, ἔρρεε τὸ αἶμα χεόμενον, τό δέ τῆς γῆς ἕδαφος ἐρυθρόν γενόμενον ἐκ τοῦ αἵματος· βλέποντες οὔν οἱ ἐ χθροί ὅτι οὕτω γενναίως ὁ ἅγιος ὑπέμεινε τάς βασάνους, καί ὅτι ἐνικήθησαν ύπ·αύτοῦ μἡ ὑποφἐροντες τήν τοιαύτην καταισχύνην, πἀλιν εἰς τήν φυλακήν κατέκλεισαν αὐτόν δεινῶς κακοχούμενον.

Τῆ δέ τελευταίᾳ ἡμέρᾳ πάλιν ἐξαγαγόντες τόν ἅγιον ἐκ τῆς φυλακῆς, τόν ὁποῖον ὡς ἐδοκίμασαν καί εὗρον τὸν αὐτόν ὡς ἦν ἐξ ἀρχῆς, κατεδίκασαν αὐτόν είς τὸν διὰ
ξίφους θάνατον· τότε οὖν ὁ μέν ἅγιος ἔχαιρεν εὐφραινόμενος, οἱ δέ δήμιοι ἔσυρον αὐτόν ἐν βίᾳ καί θυμῷ πορευόμενοι εἱς ὅν προσετάχθησαν τόπον τῆς καταδίκης· σύροντεςδἐ αὐτόν εἰς θάνατον, τί οὐκ ἔλεγον κατ᾿αὐτοῦ, τί δέ καί οὐκ ἔπραττον; ἔτυπτον γάρ αὐτόν, ἐκολάφιζον, ἐρράπιζον καί καθ᾿ εἷς ἐξ αὐτῶν εἴτι καί ἂν ἤθελε δεινόν ἐποίει τῷ Μάρτυρι, μἑχρις οὔ ἔφθασαν είς τόν τόπον τῆς καταδίκης· φθάσαντες οὔν ἐκεῖ, ἔνευσαν οἱ πρώτιστοι εἰς ἕνα ἀπὸ τοὺς δημίους ὅπως ἀποκεφαλίσῃ αὐτόν· ἐκεῖνος δὲ πλησιάσας εἰς τόν Μάρτυρα, καί σπασάμενος αὐτοῦ τήν μάχαιραν, ἀπἐτεμε τήν ἁγίαν αὐτοῦ κεφαλήν τῇ δεκάτῃ ἥ ἑνδεκάτῃ τοῦ ᾽Ιουλίσυ μηνός ἐν ἔτει 1722 καί οὕτω τό μὲν σῶμα τοῦ Μάρτυρος ἔπεσεν ὕπτιον ἐπί τᾶς Ἄγγελοι δἐ ἀπ᾽οὐρανοῦ κατελθόντες, καί παραλαβόντες τήν ἁγίαν αὐτοῦ ψυχήν, μετά ἀγαλλιάσεως καί πολλῆς εὐφροσύνης, ἀνέφερον αὐτήν εἰς τούς ούρανούς, ὡς καί τάς τῶν πρό αὐτοῦ Μαρτύρων. Καί πῶς μή ἤθελον χαρεῖν οἱ ἅγιοι ”Αγγελοι ἐπί τῇ τοιαύτῃ ὑπηρεσίᾳ; οἱ γάρ χαίροντες ἐπί ἑνί ἁμαρτωλῷ μετανοοῦντι, ὡς αὐτός ὁ Κύριος λέγει ἐν Εὐαγγελίοις, πῶς μή ἤθελον χαρεῖν ἐπί τῷ ὑπὲρ Χριστοῦ μαρτυρικῶς παθόντι καί ἀποθανόντι; ναί ἀληθῶς ηὐφράνθησαν καί ἐκρότησαν, καί τόν ἐνισχύσαντα αὐτόν Χριστόν τόν Θεόν ὕμνησαν καί μεγάλως ἐδόξασαν· ὡσαύτως καί τό παρευρεθἑν ἐκεῖ πλῆθος τῶν χριστιανῶν, οἱτινες δόντες ἱκανά ἀργύρια τῷ ήγεμόνι, παρἐλαβον τὸ πολύολβον τοῦ Μάρτυρος λείψανον καί ψάλλοντες, ἔφερον αὐτό καί κατέθεσαν είς λάρνακα, καί ἐνταφίασαν ἐν τῷ ἁγίῳ ἐκεῖ Ναῷ τῆς Θεομήτορος, τό ὁποῖον ἅγιον λείψανον, σῶον καί ἀκέραιον τηρούμενον παρά Θεοῦ, ἐκτελεῖ ἀεννάως διάφορα θαύματα, είς τούς μετά πίστεως αὐτῷ πλησιάζοντας· διό καί τήν μνήμην αὐτοῦ ἐτησίως ἑορτάζουσι πανηγυρίζοντες.

Οὔτος ἐστίν ὁ ἀσκητικὸς βίος καί ὁ ἀθλητικός τοῦ Ἅγίου τούτου νέου ‘Οσιομάρτυρος Νικοδήμσυ· οὕτως ἡγωνίσθη, καί οὕτως ἐτελειώθη· μετά προθυμίας ἤρξατο τούς ἀγῶνας, καί ὁ Θεός ίδὡν αὐτοῦ τήν καλήν προαίρεσιν, ἁνεπλήρωσε τά ἐλλείποντα, ὅσα δηλονότι οὐ δύναται πονῆσαί τις διὰ μόνης ἀνθρωπίνης δυνάμεως.

Leave a Reply

Your email address will not be published. Required fields are marked *