Τά γεγονότα μετά τήν Ἀνάστασιν τοῦ Σωτήρος

Ἀπάντησις Τιβερίου Καίσαρος πρός Πόντιον Πιλᾶτον τόν Ἡγεμόνα. ἡ ὁποία ἐστάλη μετά τοῦ πρωτοκούρσορος αὐτοῦ Ραχαάβ καί διήγησις πῶς ἀπέθανεν ὁ Καϊάφας εἰς τὴν Κρήτην καί ὁ Πιλᾶτος εἰς τὴν Ρώμην.

2017-04-21_081115

ΤΙΒΕΡΙΟΣ ΚΑΙΣΑΡ ΔΕΣΠΟΤΗΣ ΑΝΙΚΗΤΟΣ ΦΟΒΕΡΟΣ
ΠΟΝΤΙΟ ΠΙΛΑΤΟ ΗΓΕΜΟΝΙ ΤΗΣ ΙΟΥΔΑΙΑΣ

«Ἐπειδη Ἄδικον ἐψήφισας θάνατον κατά τοῦ Ἰησοῦ, συμφωνήσας μετά τῶν φθονερῶν καί κακίστων Ἰουδαίων, λαβών παρ ᾿αὐτῶν δῶρα ὑπέρ τοῦ τοιούτου θανάτου, διά ταῦτα κἀγώ, οὕτω κατά σοῦ διατάττω. Ἵνα ἔλθῃς πρός με δέσμιος, τοῦ δοῦναι ἀπολογίαν περί τῆς ψυχῆς ἤν ἀναιτίως παρέδωκας εἰς θάνατον. ᾽Αλλ᾽ ὦ τῆς σῆς ἀνοησίας καί πωρώσεως ὅτι τοσαῦτα καί τοιαῦτα φοβερά σημεῖα καί θαύματα παρ᾽ αὐτοῦ γενόμενα θεωρήσαντες, ἐτολμήσατε τοιοῦτον ἄνθρωπον ἀθῶον παραδοῦναι εἰς θάνατον! .

»Τίς δέ σοι πεπωρωμένε καί βέβηλε καί πάσης φιλανθρωπίας ἀνάξιε δέδωκε τοιαύτην τόλμην, καί ἐξουσίαν εἰς τοιοῦτο μέγα καί μισόθεον κίνημα, ἵνα συμφωνήσῃς μετά τοῦ πονηροῦ συνεδρίου, καί διεφθαρμένου λαοῦ καί δώσῃς αὐτοῖς ἐξουσίαν τοῦ τοιούτου θανάτου; Διά γὰρ ταῦτα κρίσιν ἐπενεγκεῖν με δεῖ ταχέως· διότι οὔτε κἄν ἔγραψας πρῶτον εἰς ἐμέ περί τῆς ὑποθέσεως ταύτης, διά νά λάβῃς καί τό ἐμόν θέλημα, ἀλλ’ ὅτε ἐτέλεσας ὅσα καί ἠθέλησας, τότε μοί ἔγραψας τά κακῶς τελεσθέντα· ἀλλ’ ἰδού γράφεις μοι καί τήν ἀνοησίαν σου αὐτοθελήτως, λέγων μοι ὅτι καί ἀπό τούς Θεούς οὕς ἡμεῖς λατρεύομεν μείζονα τούτων ἔργα καί θαύματα παρ᾽ Αὐτοῦ τελούμενα εἶδες ὡ τοῦ φθόνου καί τῆς κακίας σας! Εἰ καί ὡς Θεόν τοῦτον οὐκ ἐδέξασθε, κἀν ὡς ἰατρόν οὐκ εἴχετε Αὐτόν; ᾿Εγώ γάρ ἐξ ἀκοῆς μόνον Τοῦτον μαθών, καί τοιαῦτα φοβερά και ἐξαίσια σημεῖα καί θαύματα παρ᾿ Αὐτοῦ γενόμενα ἀκούσας, κέκρικα τῶ νοῒ μου μή εἰναι Αὐτόν ἄνθρωπον μόνον, ἀλλά καί Θεόν

»Τό γάρ ἀναστῆσαι νεκρούς και ὀφθαλμούς τυφλῶν ἀνοῖξαι, καί δαίμονας ἐξ ἀνθρώπων διῶξαι, καί παραλύτους ἀνορθῶσαι, ταῦτα Θεός μόνον δύναται ποιῆσαι καί οὐχί ἄνθρωπος. Τίς γάρ ἄνθρωπος, ἤκουσταί ποτε, νεκρόν τετραήμερον ἐγεῖραι, καί ὀφθαλμούς τυφλοῦ γεγενημένου ἀνοῖξαι! Ταῦτα γάρ οὐ μόνον ἐκ τῆς ἰδίας ἐπιστολῆς σου ἔμαθον, ἀλλά πολλῷ μᾶλλον καί ἐκ μιᾶς γυναικός, ἡ ὁποία πρό τινων ἡμερῶν ἐνταῦθα ἐλθοῦσα, εἶπε μοι ταῦτα πάντα μετ’ ἀκριβείας, ἐκατήγετο δέ αὕτη ἐκ τῶν ὁρίων Μαγδαλᾶ, Μαρία καλουμένη μαθήτρια καί αὕτη λέγουσα εἶναι τοῦ Ἰησοῦ, ἡ ὁποία μεμαρτύρηκε διηγησαμένη ἐνώπιον τοῦ πλήθους τά ὑπ᾽ Αὐτοῦ γεγονότα, καί τά περί σοῦ, καί ἄλλα πολλά, καί ὅτι ἐξέβαλε καί ἐξ αὐτῆς ἑπτά δαιμόνια λόγῳ μόνῳ· διά ταῦτα λοιπόν οὐ δύναμαι παραβλέψαι ταύτην τήν ἀδικίαν».

Αποτέλεσμα εικόνας για ΜΑΓΔΑΛΗΝΗ ΜΑΡΙΑ

Ἡ Μαρία ἡ Μαγδαληνή στόν Καίσαρα Τιβέριον


᾿Ελθόντος δέ τοῦ πρωτοκούρσορος Ραχαάβ ἀπό Ρώμης εἰς Ἱεροσόλυμα μετά δύο χιλιάδων στρατιωτῶν, καί δήσαντος τόν Πιλάτον ἁλύσεσι σιδηραῖς, ὡσαύτως Ἄνναν καί Καϊάφαν τούς ᾿Αρχιερεῖς σύν τούτοις καί τόν ᾿Αρχέλαον καί Φίλιππον καί ᾿Αλέξανδρον, καί ὅλους τούς πρώτους τῶν Ἰουδαίων, τούς μέν ἄνδρας ξίφει ἀπέκτειναν, τάς δέ δεδήλους καί ἀσέμνους γυναῖκας αὐτῶν τά ἐθνη ἐπόρνευσαν· παραλαδόντες δέ τόν Πιλάτον καί τούς σύν αὐτῷ σιδηροδεσμίους ἐπορεύοντο εἰς Ρώμην. Φθάσαντες δέ εἰς τήν νῆσον Κρήτην ἀπέθανεν ὁ Καϊάφας, οἱ δέ, ἐξελδόντες ἕθαψαν αὐτόν ἐν τινι τόπῳ· ἀλλά τό παμμίαρον αὐτοῦ σῶμα ἐξεπήδησεν ἔξω τοῦ τάφου μή δεχομένης τοῦτο τῆς γῆς.

Ἰδόντες δέ οἱ ἐγχώριοι τοῦτο, ἄραντες λίθους κατέχωσαν αὐτό· τούς δέ λοιπούς φδάσαντας εἰς Ρώμην τελείως ὁ Καῖσαρ οὐκ ἤθέλησεν ἐξετᾶσαι αὐτούς, ἀλλά προσέταξε τόν Ἄνναν τόν Ἀρχιερέα καί ἐτύλιξαν αὐτόν γυμνόν ἐντός νεαροῦ δέρματος βοός καί ἔρριψαν εἰς τόν ἥλιον ἐν καιρῷ θέρους, ξηρανθέν δέ τό δέρμα ἀπό τήν ὑπερβολικήν καῦσιν τοῦ ἡλίου, καί σφίγξαν αὐτόν βιαίως, ἐξῆλθον τά ἐντόσθια αὐτοῦ, καί οὕτω πικρῶς ἐτελεύτησεν· ὁμοίως καί τόν ᾿Αρχέλαον καί ὅλους τούς πρώτους τῶν Ἰουδαίων κεφαλικῇ τιμωρίᾳ ἐθανάτωσε· τόν δέ Πιλάτον ἐκέλευσε βαλεῖν αὐτόν ἔν τινι πύργῳ, ἔξω τῆς πόλεως περιβεβλημένον σιδηραῖς ἁλύσεσι, τὸν ὁποῖον ἤβούλετο ἀποκτεῖναι αὐτός ὁ Καῖσαρ ἰδίαις χερσίν.

᾿Εν μιᾷ τῶν ἡμερῶν ἐξελθών ὁ Καῖσαρ εἰς τήν ἐξοχήν ἐπί τῷ θηρεύσαί τι ἕθος δέ ἦν τοῖς ἀρχαίοις βασιλεῦσιν ἐάν τις κατάδικος ὤν, καί δυνάμενος ἰδεῖν τό πρόσωπον τοῦ βασιλέως λαλήσῃ αὐτῷ, ἐρρύετο τοῦ θανάτου. Ταῦτα εἰδώς ὁ Πιλάτος, καί μαθών ὅτι ὁ βασιλεύς μέλλει διελθεῖν πλησίον τοῦ πύργου, ἔθηκε τήν κεφαλήν αὐτοῦ ἔν τινι ὀπῇ τοῦ πύργου, οὔσῃ ἐν τῷ ὑπογείῳ, ἵνα ἰδῇ τόν Καίσαρα διαβαίνοντα· δραμοῦσα δέ μία δορκάς ἐπορεύθη ὑποκάτω τοῦ πύργου ἐν τῇ ὀπῇ εἰς ἣν ὁ Πιλάτος ἵστατο· ἰδών δέ ὁ βασιλεύς τήν δορκάδα φεύγουσαν μέ ταχύτητα καί φοβούμενος μή χάσῃ τό θἡραμα, τείνας ταχέως τὸ τόξον ἔρριψε κατ᾿ αὐτῆς· τό δέ τόξον εἰσελθών διά τῆς ὀπῆς ἐν ᾗ ὁ Πιλάτος εὑρίσκετο, διεπέρασε διά τοῦ ὀφθαλμοῦ του καί ἀπέκτεινεν αὐτόν.

Ταῦτα δέ πάντα ἐπράχθησαν παρά Τιβερίου Καίσαρος ἐν Ρώμῃ ὀλίγα ἔτη μετά τήν ᾽Ανάστασιν τοῦ Κυρίου καί οὕτως οἱ σταυρωταί τοῦ Χριστοῦ ἔλαβον πάντες ἐν τῇ παρούσῃ ζωῇ τόν ἀρραβῶνα τῆς αἰωνίου κολάσεως.

Εἰς δόξαν τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Leave a Reply

Your email address will not be published. Required fields are marked *